Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

νικήσαντες τοῖς κεκρατημένοις. τούτους δὴ τοὺς ἄνδρας ὀρρωδοῦντες, ὦ ταξίαρχοί τε καὶ λοχαγοὶ καὶ στρατιῶται, τοὺς οὔτʼ ἄρχειν δυναμένους οὔτʼ ἄρχεσθαι βουλομένους πολλοὺς καὶ αὐθάδεις ὄντας καὶ τὰ ὅπλα ἔχοντας ἐν χερσίν, οὔτε πρότερον ἐβουλόμεθα μάχην συνάπτειν οὔτε νῦν ἔτι θαρσοῦμεν ἐπὶ τοιούτοις συμμάχοις τὸν ὑπὲρ τῶν μεγίστων ἀγῶνα ἄρασθαι, μὴ κωλύματα καὶ βλάβαι γένωνται τοῖς ἅπαντα τὰ καθʼ

ἑαυτοὺς πρόθυμα παρεχομένοις. εἰ μέντοι κἀκείνων ὁ θεὸς ἐπὶ τὰ κρείττω τὸν νοῦν ἄγει νυνὶ καὶ καταβαλόντες τὸ στασιάζον, ὑφʼ οὗ νῦν πολλὰ καὶ μεγάλα βλάπτεται τὸ κοινόν, ἤ γε δὴ εἰς τοὺς τῆς εἰρήνης ἀναβαλόμενοι καιρούς, ἐπανορθώσασθαι βούλονται τὰ παρελθόντα ὀνείδη τῇ νῦν ἀρετῇ, μηδὲν ἔτι τὸ κωλῦσον ἔστω χωρεῖν ὑμᾶς ἐπὶ τοὺς πολεμίους, τὰς ἀγαθὰς προβαλλομένους ἐλπίδας.

ἔχομεν δὲ πολλὰς μὲν καὶ ἄλλας ἀφορμὰς εἰς τὸ νικᾶν, μεγίστας δὲ καὶ κυριωτάτας, ἃς τὸ τῶν πολεμίων ἀνόητον ἡμῖν παρέχει, οἵ γε πλήθει στρατιᾶς μακρῷ προὔχοντες ἡμῶν καὶ τούτῳ

v.3p.286
μόνῳ δυνηθέντες ἂν πρὸς τὰς ἡμετέρας τόλμας τε καὶ ἐμπειρίας ἀντέχειν ἀπεστερήκασι τῆς μόνης ὠφελείας ἑαυτοὺς ἀπαναλώσαντες τὸ πλεῖον τῆς δυνάμεως μέρος εἰς τὰς τῶν φρουρίων φυλακάς.

ἔπειτα δέον αὐτοὺς σὺν εὐλαβείᾳ καὶ λογισμῷ σώφρονι πράττειν ἕκαστα, ἐνθυμουμένους, πρὸς οἵους ἄνδρας καὶ πολὺ ἀλκιμωτέρους αὐτῶν ὁ κίνδυνος ἔσται, θρασέως καὶ ἀπερισκέπτως ἐπὶ τὸν ἀγῶνα χωροῦσιν, ὡς ἄμαχοί τινες καὶ ὡς ἡμῶν καταπεπληγότων αὐτούς. αἱ γοῦν ἀποταφρεύσεις καὶ αἱ μέχρι τοῦ χάρακος ἡμῶν καθιππεύσεις καὶ τὰ πολλὰ ἐν λόγοις τε καὶ ἔργοις ὑβρίσματα τοῦτο δύναται.

ταῦτά τε δὴ ἐνθυμούμενοι καὶ τῶν προτέρων ἀγώνων μεμνημένοι πολλῶν ὄντων καὶ καλῶν, ἐν οἷς αὐτοὺς ἐνικᾶτε, χωρεῖτε μετὰ προθυμίας καὶ ἐπὶ τόνδε τὸν ἀγῶνα· καὶ ἐν ᾧ ἂν ὑμῶν ἕκαστος χωρίῳ ταχθῇ, τοῦθʼ ὑπολαβέτω καὶ οἶκον εἶναι καὶ κλῆρον καὶ πατρίδα· καὶ ὅ τε σώζων τὸν παραστάτην ἑαυτῷ πράττειν τὴν σωτηρίαν ὑπολαβέτω, καὶ ὁ ἐγκαταλιπὼν τὸν πέλας ἑαυτὸν ἡγείσθω τοῖς πολεμίοις προδιδόναι. μάλιστα δʼ ἐκεῖνο μεμνῆσθαι προσῆκεν, ὅτι μενόντων μὲν ἀνδρῶν καὶ μαχομένων ὀλίγον τὸ ἀπολλύμενόν ἐστιν, ἐγκλινάντων δὲ καὶ φευγόντων κομιδῇ βραχὺ σωζόμενον.

ἔτι δʼ αὐτοῦ λέγοντος τὰ εἰς τὸ γενναῖον ἐπαγωγὰ

v.3p.287
καὶ πολλὰ μεταξὺ τῶν λόγων ἐκχέοντος δάκρυα, λοχαγῶν τε καὶ ταξιάρχων καὶ τῶν ἄλλων στρατιωτῶν ἕκαστον, ᾧ συνῄδει τι λαμπρὸν ἔργον ἐν μάχαις ἀποδειξαμένῳ, κατʼ ὄνομα ἀνακαλοῦντος, καὶ πολλὰ καὶ μεγάλα τοῖς ἀριστεύσασι κατὰ τὴν μάχην φιλάνθρωπα δώσειν ὑπισχνουμένου πρὸς τὸ τῶν πράξεων μέγεθος, τιμάς τε καὶ πλούτους καὶ τὰς ἄλλας βοηθείας, ἀναβοήσεις ἐξ ἁπάντων ἐγίνοντο θαρρεῖν τε παρακελευομένων καὶ ἄγειν ἐπὶ τὸν ἀγῶνα ἀξιούντων.

ἐπειδὴ δʼ ἐπαύσατο, προέρχεταί τις ἐκ τοῦ πλήθους, Μάρκος Φλαβολήιος ὄνομα, ἀνὴρ δημοτικὸς μὲν καὶ αὐτουργός, οὐ μὴν τῶν ἀπερριμμένων τις, ἀλλὰ τῶν ἐπαινουμένων δι’ ἀρετὴν καὶ τὰ πολέμια ἄλκιμος, καὶ διʼ ἄμφω ταῦτα ἑνὸς τῶν ταγμάτων τῇ λαμπροτάτῃ ἀρχῇ κεκοσμημένος, ᾗ τὰς ἑξήκοντα ἑκατονταρχίας ἕπεσθαί τε καὶ τὸ κελευόμενον ὑπηρετεῖν κελεύει ὁ νόμος. τούτους Ῥωμαῖοι τοὺς ἡγεμόνας τῇ πατρίῳ γλώττῃ πριμοπίλους καλοῦσιν.