Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἀφικόμενοι δʼ εἰς τὴν Ῥώμην ἀπέδειξαν ὑπάτους Αὖλον Ποστόμιον Ἄλβον καὶ Σερούιον Φούριον. οἱ μὲν δὴ νεωστὶ παρειλήφεσαν τὴν ἀρχήν, παρὰ δὲ τῶν συμμάχων Λατίνων ἄγγελοι Ῥωμαίοις κατὰ σπουδὴν διαπεμφθέντες ἧκον. οὗτοι καταστάντες ἐπὶ τὴν βουλὴν διεσάφουν Ἀντιατῶν τὰ πράγματα οὐ βέβαια εἶναι, κρύφα τε διαπρεσβευομένων πρὸς αὐτοὺς Αἰκανῶν καὶ ἀναφανδὸν εἰσιόντων εἰς τὴν πόλιν ἀγορᾶς προφάσει πολλῶν Οὐολούσκων, οὓς ἐπήγοντο οἱ πρότερον ἐκλιπόντες τὴν πόλιν Ἀντιατῶν, ὅτʼ ἐκληρουχεῖτο διὰ πενίαν καὶ πρὸς Αἰκανοὺς ἀπαυτομολήσαντες,
ὥσπερ ἔφην. συνδιεφθάρθαι τε τοῖς ἐπιχωρίοις ἅμα ἤγγελλον καὶ τῶν ἐποίκων συχνούς· καὶ εἰ μὴ προκαταληφθήσονται φυλακῇ ἀξιόχρεῳ, ἀναστήσεσθαί τινα ἔλεγον κἀκεῖθεν ἀπροσδόκητον Ῥωμαίοις πόλεμον. τούτων οὐ πολλῷ ὕστερον ἕτεροι πεμφθέντες ὑφʼ Ἑρνίκων ἤγγελλον ἐξεληλυθέναι μεγάλην δύναμιν Αἰκανῶν καὶ ἐγκαθεζομένην ἐν τῇ σφετέρᾳ γῇ φέρειν τε πάντα καὶ ἄγειν, στρατεύειν δʼ ἅμα τοῖς Αἰκανοῖς καὶ Οὐολούσκους τὴν πλείω τοῦ στρατοῦ μοῖραν παρεχομένους.
πρὸς ταῦτʼ ἐψηφίσατο ἡ βουλὴ τοῖς μὲν Ἀντιατῶν ταράττουσι τὰ πράγματα — ἧκον γὰρ ἀπολογησόμενοί τινες ἐξ αὐτῶν καὶ καταφανεῖς ἐγένοντο
οἱ δʼ Αἰκανοὶ μαθόντες ἐξεληλυθυῖαν τὴν Ῥωμαίων στρατιάν, ἀναστάντες ἐκ τῆς Ἑρνίκων ἐχώρουν αὐτοῖς ὁμόσε. ἐπεὶ δʼ εἶδον ἀλλήλους, ἐκείνην μὲν τὴν ἡμέραν οὐ πολὺ διαστάντες κατεστρατοπέδευσαν, τῇ δʼ ἑξῆς ἐπὶ τὸν χάρακα τῶν Ῥωμαίων οἱ πολέμιοι ἧκον διάπειραν αὐτῶν τῆς γνώμης ληψόμενοι.
ὡς δʼ οὐκ ἐξῄεσαν εἰς μάχην, ἀκροβολισμοῖς χρησάμενοι καὶ οὐδὲν ἀξιόλογον δράσαντες σὺν μεγάλῳ αὐχήματι ἀπῆλθον. ὁ μέντοι Ῥωμαίων ὕπατος ἐκλιπὼν τὸν χάρακα τῇ ἐπιούσῃ· τὸ γὰρ χωρίον οὐ λίαν ἀσφαλὲς ἦν· μετεστρατοπεδεύσατο ἐν ἐπιτηδειοτέρῳ, ἔνθα τάφρον τʼ ὠρύξατο βαθυτέραν καὶ χάρακα ἐβάλετο ὑψηλότερον. τοῖς δὲ πολεμίοις ταῦθʼ ὁρῶσι πολὺ θράσος προσεγένετο· καὶ ἔτι μᾶλλον, ἐπειδὴ σύμμαχος αὐτοῖς ἀφίκετο στρατιὰ παρὰ τοῦ Οὐολούσκων τε καὶ Αἰκανῶν ἔθνους, οὐδὲν ἔτι διαμελλήσαντες ἐπῆγον τῷ Ῥωμαίων χάρακι.
ὁ δʼ ὕπατος ἐνθυμούμενος, ὅτι οὐκ ἀξιόμαχος ἔσται ἡ σὺν αὐτῷ δύναμις ἀγωνιζομένη πρὸς ἀμφότερα τὰ ἔθνη, πέμπει τινὰς ἐκ τῶν ἱππέων γράμματα εἰς τὴν Ῥώμην κομίζοντας, διʼ ὧν ἠξίου ταχεῖαν αὐτοῖς ἐλθεῖν ἐπικουρίαν, ὡς κινδυνευούσης ὅλης διαφθαρῆναι τῆς σὺν αὐτῷ στρατιᾶς.