Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐν δὲ τῷ μετὰ τούτους ἔτει ὕπατοι μὲν ἦσαν Τιβέριος Αἰμίλιος τὸ δεύτερον καὶ Κόιντος Φάβιος, ἑνὸς τῶν τριῶν ἀδελφῶν υἱὸς τῶν ἡγησαμένων τε τῆς ἀποσταλείσης φρουρᾶς εἰς Κρεμέραν, καὶ διαφθαρέντων ἐκεῖ σὺν τοῖς πελάταις. ἡ δὲ βουλὴ τῶν δημάρχων ἀνακινούντων πάλιν τὸ πλῆθος ἐπὶ τῇ κληρουχίᾳ, καὶ συναγωνιζομένου θατέρου τῶν ὑπάτων αὐτοῖς Αἰμιλίου δόγμα ἐπεκύρωσε, θεραπεῦσαί τε καὶ ἀναλαβεῖν τοὺς πένητας βουλομένη, διανεῖμαί τινα μοῖραν αὐτοῖς ἐκ τῆς Ἀντιατῶν χώρας, ἣν τῷ προτέρῳ

ἔτει δόρατι ἑλόντες κατέσχον. καὶ ἀπεδείχθησαν ἡγεμόνες τῆς κληρουχίας Τίτος Κοίντιος Καπιτωλῖνος, ᾧ παρέδοσαν Ἀντιᾶται σφᾶς αὐτούς, καὶ σὺν αὐτῷ Λεύκιος

v.3p.380
Φούριος καὶ Αὖλος Οὐεργίνιος. ἦν δʼ οὐκ ἀγώνισμα πᾶσι τοῖς πολλοῖς καὶ πένησι Ῥωμαίων ἡ διανομὴ τῆς χώρας ὡς ἀπελαυνομένοις τῆς πατρίδος, ὀλίγων τʼ ἀπογραψαμένων ἔδοξε τῇ βουλῇ, ἐπειδὴ οὐκ ἀξιόχρεως ἦν ὁ ἀπόστολος, ἐπιτρέψαι Λατίνων τε καὶ Ἑρνίκων τοῖς βουλομένοις τῆς ἀποικίας μετέχειν. οἱ μὲν δὴ εἰς Ἄντιον ἀποσταλέντες κατένεμον τὴν γῆν τοῖς σφετέροις, μοῖράν τινα ἐξ αὐτῆς τοῖς Ἀντιάταις ὑπολειπόμενοι.

ἐν δὲ τῷ μεταξὺ χρόνῳ στρατεία τῶν ὑπάτων ἀμφοτέρων ἐγένετο, Αἰμιλίου μὲν εἰς τὴν Σαβίνων χώραν, Φαβίου δʼ εἰς τὴν Αἰκανῶν. καὶ τῷ μὲν Αἰμιλίῳ πολὺν ἐν τῇ πολεμίᾳ μείναντι χρόνον οὐδεμία δύναμις ὑπήντησε μαχουμένη περὶ τῆς γῆς, ἀλλʼ ἀδεῶς αὐτὴν κείρας, ἐπειδὴ καθῆκεν ὁ χρόνος τῶν ἀρχαιρεσίων, ἀπῆγε τὰς δυνάμεις. Φαβίῳ δʼ Αἰκανοί, πρὶν εἰς ἀνάγκην ἐλθεῖν στρατιᾶς διαφθαρείσης ἢ τειχῶν ἁλισκομένων, ἐπεκηρυκεύσαντο περὶ διαλλαγῶν καὶ φιλίας.

ὁ δʼ ὕπατος δύο τε μηνῶν τροφὰς τῇ στρατιᾷ καὶ δύο χιτῶνας κατʼ ἄνδρα καὶ ἀργύριον εἰς ὀψωνιασμὸν ἑξαμήνου καὶ εἴ τι ἄλλο κατήπειγεν εἰσπραξάμενος, ἀνοχὰς ἐποιήσατο πρὸς αὐτούς, ἕως ἂν εἰς Ῥώμην ἀφικόμενοι παρὰ τῆς βουλῆς εὕρωνται τὰς διαλύσεις. ἡ μέντοι βουλὴ ταῦτα μαθοῦσα τῷ Φαβίῳ ἐπέτρεψεν αὐτοκράτορι διαλύσασθαι πρὸς τοὺς Αἰκανούς,

v.3p.381
ἐφʼ οἷς ἂν αὐτὸς προαιρῆται.

μετὰ τοῦτο συνθῆκαι γίνονται ταῖς πόλεσι μεσιτεύσαντος αὐτὰς τοῦ ὑπάτου τοιαίδε· Αἰκανοὺς εἶναι Ῥωμαίων ὑπηκόους πόλεις τε καὶ χώρας τὰς ἑαυτῶν ἔχοντας, ἀποστέλλειν δὲ Ῥωμαίοις μηδὲν ὅτι μὴ στρατιάν, ὅταν αὐτοῖς παραγγελῇ, τέλεσι τοῖς ἰδίοις ἐκπέμποντας αὐτάς. ταῦτα συνθέμενος ἀπῆγε τὴν δύναμιν Φάβιος καὶ εἰς τὸν ἐπιόντα ἐνιαυτὸν ἀρχὰς ἅμα τῷ συνυπάτῳ κατέστησεν.

ἦσαν δʼ ὑπʼ αὐτῶν ἀποδειχθέντες ὕπατοι Σπόριος Ποστόμιος Ἀλβῖνος καὶ Κόιντος Σερουίλιος Πρίσκος τὸ δεύτερον. ἐπὶ τούτων ἔδοξαν Αἰκανοὶ παραβαίνειν τὰς πρὸς Ῥωμαίους νεωστὶ γενομένας ὁμολογίας ἀπὸ τοιαύτης αἰτίας·

Ἀντιατῶν ὅσοι μὲν εἶχον ἐφέστια καὶ κλήρους ἔμειναν ἐν τῇ γῇ, τά τʼ ἀπομερισθέντα σφίσι καὶ τὰ ὑπὸ τῶν κληρούχων ἀφορισθέντα κτήματα γεωργοῦντες ἐπὶ ῥηταῖς τισι καὶ τεταγμέναις μοίραις, ἃς ἐκ τῶν καρπῶν αὐτοῖς ἐτέλουν· οἷς δʼ οὐδὲν τούτων ἦν, ἐξέλιπον τὴν πόλιν, καὶ ὑποδεχομένων αὐτοὺς προθύμως τῶν Αἰκανῶν ἐκεῖθεν ὁρμώμενοι τοὺς Λατίνων ἀγροὺς ἐλῄστευον. ἐκ δὲ τούτου καὶ τῶν Αἰκανῶν ὅσοι τολμηροί τε καὶ ἄποροι ἦσαν συνελάμβανον αὐτοῖς τῶν λῃστηρίων.

ταῦτα Λατίνων ἀποδυρομένων ἐπὶ τῆς βουλῆς καὶ ἀξιούντων ἢ στρατιὰν πέμπειν ἢ συγχωρῆσαι σφίσιν αὐτοῖς τοὺς ἄρξαντας πολέμου ἀμύνασθαι, μαθόντες οἱ σύνεδροι στρατιὰν

v.3p.382
μὲν οὔτʼ αὐτοὶ ἐψηφίσαντο πέμπειν οὔτε Λατίνοις ἐπέτρεψαν ἐξάγειν, πρεσβευτὰς δʼ ἑλόμενοι τρεῖς, ὧν ἡγεῖτο Κόιντος Φάβιος ὁ τὰς πρὸς τὸ ἔθνος συνθήκας ποιησάμενος, ἀπέστειλαν ἐντολὰς αὐτοῖς δόντες πυνθάνεσθαι παρὰ τῶν ἡγουμένων τοῦ ἔθνους, πότερα κοινῇ γνώμῃ τὰ λῃστήρια ἐξαποστέλλουσιν εἴς τε τὴν τῶν συμμάχων καὶ εἰς τὴν τῶν Ῥωμαίων γῆν — ἐγένοντο γάρ τινες καὶ εἰς αὐτὴν καταδρομαὶ τῶν φυγάδων — ἢ τῶν πραττομένων οὐδενός ἐστι τὸ κοινὸν αἴτιον· καὶ ἐὰν φῶσιν ἰδιωτῶν ἔργα εἶναι μὴ ἐπιτρέψαντος τοῦ δήμου, τά θʼ ἡρπασμένα ἀπαιτεῖν καὶ τοὺς ἐργασαμένους τἀδικήματα ἐκδότους αἰτεῖν.