Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ Οὐολοῦσκοι καταπλαγέντες αὐτῶν τὸ θράσος καὶ τὸ μανικὸν τῆς ἐφόδου βραχὺν ἀνασχόμενοι χρόνον ἀνακρούονταί τε καὶ ἅμα ὑποχωροῦσιν ἀπὸ τοῦ χάρακος καί — ἦν γάρ τις οὐ πρόσω τοῦ στρατοπέδου λόφος ὑψηλὸς ἐπιεικῶς — εἰς τοῦτον οὖν ἀνατρέχουσιν

v.3p.378
ὡς ἀναπαυσόμενοί τε καὶ αὖθις εἰς τάξιν καταστησόμενοι. ἀλλʼ οὐ γὰρ αὐτοῖς ἐξεγένετο καταστῆναί τε καὶ ἑαυτοὺς ἀναλαβεῖν, ἀλλʼ ἐκ ποδὸς ἠκολούθησαν αὐτοῖς οἱ πολέμιοι πιλήσαντες, ὡς μάλιστʼ ἦν δυνατὸν τοὺς λόχους, ἵνα μὴ καταραχθῶσι πρὸς ἄναντες χωρίον βιαζόμενοι.

καὶ γίνεται μέγας ἀγὼν ἐπὶ πολὺ μέρος τῆς ἡμέρας, νεκροί τε πίπτουσι πολλοὶ ἀφʼ ἑκατέρων. καὶ Οὐολοῦσκοι πλήθει τε ὑπερέχοντες καὶ τὸ ἐκ τοῦ τόπου προσειληφότες ἀσφαλές, οὐδετέρου τούτων οὐδὲν ἀγαθὸν ἀπήλαυσαν, ἀλλʼ ὑπὸ τῆς Ῥωμαίων προθυμίας καὶ ἀρετῆς ἐκβιασθέντες τόν τε λόφον ἐξέλιπον καὶ

ἐπὶ τὸν χάρακα φεύγοντες οἱ πολλοὶ ἀπέθνησκον. οὐ γὰρ εἴασαν αὐτοὺς οἱ Ῥωμαῖοι διώκοντες, ἀλλʼ ἐκ ποδὸς ἠκολούθησαν καὶ οὐ πρότερον ἀπετράποντο, ἢ τὴν παρεμβολὴν αὐτῶν ἑλεῖν κατὰ κράτος. γενόμενοι δὲ σωμάτων τʼ ἐγκρατεῖς καὶ ὅσα ἐγκατελήφθη τῷ χάρακι καὶ ἵππων καὶ ὅπλων καὶ χρημάτων παμπόλλων κύριοι, τὴν μὲν νύκτα ἐκείνην αὐτόθι κατεστρατοπέδευσαν, τῇ δʼ ἐπιούσῃ ἡμέρᾳ τὰ εἰς πολιορκίαν ἐπιτήδεια παρεσκευασμένος ὁ ὕπατος ἐπὶ τὴν Ἀντιατῶν πόλιν οὐ πλείω ἀπέχουσαν τριάκοντα σταδίων ἦγε τὴν δύναμιν.

ἔτυχον δὲ φυλακῆς ἕνεκα τοῖς Ἀντιάταις Αἰκανῶν τινες ἐπίκουροι παρόντες καὶ φυλάττοντες τὰ τείχη· οἳ τότε δείσαντες τὸ Ῥωμαίων τολμηρὸν δρασμὸν ἐκ τῆς πόλεως

v.3p.379
ἐπεχείρουν ποιεῖσθαι. γενομένης δὲ τοῖς Ἀντιάταις γνώσεως κωλυόμενοι πρὸς αὐτῶν ἀπιέναι γνώμην ἐποιοῦντο παραδοῦναι Ῥωμαίοις ἐπιοῦσι τὴν πόλιν.

τοῦτο μαθόντες ἐκ μηνύσεως οἱ Ἀντιᾶται τῷ τε καιρῷ εἴκουσι, καὶ κοινῇ μετʼ ἐκείνων βουλευσάμενοι παραδιδόασι τῷ Κοιντίῳ τὴν πόλιν, ἐφʼ ᾧ Αἰκανοὺς μὲν ὑποσπόνδους ἀπελθεῖν, Ἀντιάτας δὲ φρουρὰν δέξασθαι καὶ τὰ κελευόμενα ὑπὸ Ῥωμαίων ποιεῖν. ἐπὶ τούτοις κύριος γενόμενος τῆς πόλεως ὁ ὕπατος, καὶ λαβὼν ὀψώνιά τε καὶ τἆλλα, ὅσων ἔδει τῇ στρατιᾷ, καὶ φρουρὰν ἐγκαταστήσας, ἀπῆγε τὴν δύναμιν· ἀνθʼ ὧν αὐτὸν ἡ βουλὴ ὑπαντήσει τε φιλανθρώπῳ ἐδέξατο, καὶ θριάμβου πομπῇ ἐτίμησεν.