Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τότε δʼ οὖν ὑποσχομένων τῶν ὑπάτων αὐτοῖς προθήσειν ἐν τῇ βουλῇ τὸν ὑπὲρ τῆς διανομῆς τῶν δημοσίων κλήρων λόγον, καὶ τῆς ἐπικυρώσεως τοῦ νόμου συναρεῖσθαι, πιστεύσαντες αὐτοῖς οἱ δήμαρχοι παρῆσαν ἐπὶ τὴν βουλὴν καὶ λόγους διεξῆλθον ἐπιεικεῖς. οἷς οὐδὲν ἀντιλέξαντες οἱ ὕπατοι, ὡς μὴ φιλονεικίας δόξαν ἀπενέγκαιντο, γνώμην ἀποδείκνυσθαι τοὺς πρεσβυτάτους ἠξίουν.

ἦν δʼ ὁ πρῶτος ὑπʼ αὐτῶν κληθεὶς Λεύκιος Αἰμίλιος θατέρου τῶν ὑπάτων πατήρ· ὃς ἔφη δοκεῖν αὐτῷ καὶ δίκαιον καὶ συμφέρον ἔσεσθαι τῇ πόλει, πάντων εἶναι τὰ κοινὰ καὶ μὴ ὀλίγων, τῷ τε δήμῳ πείθοντι ὑπουργεῖν συνεβούλευεν,

v.3p.364
ἵνα χάρις ἡ παραχώρησις αὐτῶν γένηται. πολλὰ γὰρ καὶ ἄλλα μὴ δόντας αὐτῷ κατὰ προαίρεσιν, ὑπʼ ἀνάγκης συγκεχωρηκέναι· τούς τε κατέχοντας τὰς κτήσεις ὧν ἐκαρπώσαντο χρόνων λαθόντες ἠξίου χάριν εἰδέναι, κωλυομένους δὲ μὴ φιλοχωρεῖν.

ἔφη τε σὺν τῷ δικαίῳ, ὃ πάντες ὁμολογήσειαν ἰσχυρὸν εἶναι, τὰ μὲν δημόσια καινὰ πάντων εἶναι, τὰ δʼ ἴδια ἑκάστου τῶν νόμῳ κτησαμένων· καὶ ἀναγκαῖον ἤδη τὸ πρᾶγμα ὑπὸ τῆς βουλῆς γεγονέναι πρὸ ἐτῶν ἑπτακαίδεκα τὴν γῆν διανέμειν ψηφισαμένης. καὶ τοῦτʼ ἀπέφηνεν ἐπὶ τῷ συμφέροντι τότʼ αὐτὴν βεβουλεῦσθαι, ἵνα μήτε γῆ χέρσος ᾖ, καὶ ὁ τὴν πόλιν οἰκουρῶν πένης ὄχλος μὴ ἀργός, ὥσπερ νῦν τοῖς ἀλλοτρίοις ἀγαθοῖς φθονῶν, ἐπιτρέφηται δὲ τῇ πόλει νεότης ἐν ἐφεστίοις καὶ κλήροις πατρῴοις, ἔχουσά τι καὶ ἐπὶ τῷ καλῶς τεθράφθαι μέγα φρονεῖν·

ἐπεὶ τοῖς γʼ ἀκλήροις καὶ ἐκ τῶν ἀλλοτρίων κτημάτων, ἃ μισθοῦ ἐργάζονται, γλίσχρως διατρεφομένοις, ἢ ἀρχῆθεν μὴ ἐμφύεσθαι ἔρωτα γενεᾶς τέκνων, ἢ ἐμφύντα πονηρὸν ἐκφέρειν καρπὸν καὶ οὐδʼ εὐτυχῆ, ἐκ ταπεινῶν τε συμπορισθέντα οἷα εἰκὸς γάμων,

καὶ ἐν κατεπτωχευμέναις τραφέντα τύχαις. ἐγὼ μὲν οὖν, ἔφη, γνώμην ἀποδείκνυμαι, τά τε προβουλευθέντα ὑπὸ τοῦ συνεδρίου καὶ διὰ τὰς μεταξὺ ταραχὰς

v.3p.365
παρειλκυσμένα ἐμπεδοῦν τοὺς ὑπάτους, καὶ τοὺς ποιησομένους τὴν διανομὴν ἄνδρας ἀποδεικνύναι.

ταῦτʼ εἰπόντος Αἰμιλίου δεύτερος κληθεὶς Ἄππιος Κλαύδιος, ὁ τῷ πρόσθεν ὑπατεύσας ἔτει, τὴν ἐναντίαν γνώμην ἀπεφήνατο διδάσκων, ὡς οὔθʼ ἡ βουλὴ διανεῖμαι τὰ δημόσια προαίρεσιν ἔσχε· πάλαι γὰρ ἂν εἰληφέναι τὰ δόξαντʼ αὐτῇ τέλος· ἀλλʼ εἰς χρόνον καὶ διάγνωσιν ἑτέραν ἀνεβάλετο, παῦσαι προθυμουμένη τὴν τότε κατασχοῦσαν στάσιν, ἣν εἰσῆγεν ὁ τῇ τυραννίδι ἐπιχειρῶν ὕπατος καὶ μετὰ ταῦτα δίκας δοὺς καλάς·