Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ μετʼ οὐ πολὺ στρατιὰς ἐδόκει Ῥωμαίοις καταγράφειν καὶ τοὺς ὑπάτους ἐκπέμπειν ἀμφοτέρους ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους. δυνάμεις γὰρ ἐξ ἑκατέρων τῶν ἐθνῶν ἐξεληλυθέναι ἠγγέλλοντο μεγάλαι καὶ προνομεύειν τοὺς Ῥωμαίων συμμάχους. παρασκευασθεισῶν δὲ τῶν δυνάμεων σὺν τάχει Κοίντιος μὲν Αἰκανοῖς πολεμήσων ᾤχετο, Ἄππιος δὲ Οὐολούσκοις, κλήρῳ διαλαχόντες τὰς ἀρχάς. συνέβη δὲ τῶν ὑπάτων ἑκατέρῳ τὰ εἰκότα πάσχειν·

ἡ μὲν γὰρ τῷ Κοιντίῳ προσνεμηθεῖσα στρατιὰ τὴν ἐπιείκειάν τε καὶ μετριότητα τοῦ ἀνδρὸς ἀσπαζομένη πρόθυμος ἦν εἰς ἅπαντα τὰ ἐπιταττόμενα, καὶ τὰ πλεῖστα αὐτοκέλευστος ὑφίστατο κινδυνεύματα δόξαν τῷ ἡγεμόνι καὶ τιμὴν πράττουσα· καὶ διεξῆλθε πολλὴν τῆς Αἰκανῶν χώρας λεηλατοῦσα οὐ τολμώντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, ἐξ ἧς λάφυρα πολλὰ καὶ ὠφελείας μεγάλας ἐκτήσατο.

v.3p.361
χρόνον δʼ οὐ πολὺν ἐν τῇ πολεμίᾳ διατρίψασα παρῆν εἰς τὴν πόλιν ἀπαθὴς κακῶν, λαμπρὸν ἐπὶ τοῖς ἔργοις τὸν στρατηγὸν ἄγουσα.

ἡ δὲ τῷ Ἀππίῳ συνεξελθοῦσα δύναμις μίσει τῷ πρὸς αὐτὸν πολλὰ ὑπερεῖδε τῶν πατρίων. τά τε γὰρ ἄλλα ἐθελοκακοῦσα ἐν ὅλῃ τῇ στρατείᾳ καὶ ὀλιγωροῦσα τοῦ ἡγεμόνος διετέλεσε, καὶ ἐπειδὴ μάχεσθαι ἔδει τῇ Οὐολούσκων στρατιᾷ, κατασταθεῖσα ὑπὸ τῶν ἡγεμόνων εἰς τάξιν οὐκ ἠξίωσε τοῖς πολεμίοις εἰς χεῖρας ἰέναι· ἀλλʼ οἵ τε λοχαγοὶ καὶ οἱ πρόμαχοι αὐτῶν, οἱ μὲν τὰ σημεῖα ῥίψαντες, οἱ δὲ τὴν τάξιν ἐγκαταλιπόντες ἐπὶ τὸν χάρακα ἔφευγον.

καὶ εἰ μὴ θαυμάσαντες τὸ παράλογον τῆς φυγῆς αὐτῶν οἱ πολέμιοι καὶ δείσαντες, μὴ ἐνέδρα τις ᾖ, τῆς ἐπὶ πλεῖον διώξεως ἀπετράποντο, τὸ πλεῖον ἂν μέρος τῶν Ῥωμαίων διέφθαρτο. ἐποίουν δὲ ταῦτα φθόνῳ τοῦ ἡγεμόνος, ἵνα μὴ καλὸν ἀγώνισμα ὁ ἀνὴρ διαπραξάμενος θριάμβῳ τε καὶ ταῖς ἄλλαις ἐπιλαμπρυνθῇ τιμαῖς.