Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

οἱ δὲ μετὰ τούτους ἀποδειχθέντες ὕπατοι, Γνάϊος Μάλλιος καὶ Μάρκος Φάβιος τὸ δεύτερον ἄρχειν αἱρεθείς, ψήφισμα τῆς βουλῆς ποιησαμένης στρατὸν ἐξάγειν ἐπὶ τὴν Οὐιεντανῶν πόλιν, ὅσον ἂν πλεῖστον δυνηθῶσι, προὔθηκαν ἡμέραν, ἐν ᾗ τὸν κατάλογον ἔμελλον ποιήσεσθαι τῆς στρατιᾶς. γινομένου δʼ αὐτοῖς ἐμποδὼν ἐπὶ κωλύσει τῆς καταγραφῆς ἑνὸς τῶν δημάρχων, Τεβερίου Ποντοφικίου καὶ τὸ περὶ τῆς κληρουχίας ψήφισμα ἀνακαλουμένου, θεραπεύσαντες τῶν συναρχόντων αὐτοῦ

v.3p.278
τινας, ὥσπερ ἐποίησαν οἱ πρὸ αὐτῶν ὕπατοι, διέστησαν τὸ ἀρχεῖον· καὶ μετὰ τοῦτʼ ἔπραττον ἐπὶ πολλῆς ἐξουσίας τὰ δόξαντα τῇ βουλῇ.

γενομένης δὲ τῆς καταγραφῆς ἐν ὀλίγαις ἡμέραις ἐξῄεσαν ἐπὶ τοὺς πολεμίους, δύο μὲν ἑκάτερος ἄγων Ῥωμαίων τάγματα τῶν ἐξ αὐτῆς καταγραφέντων τῆς πόλεως, οὐκ ἐλάττω δὲ ταύτης χεῖρα τὴν ὑπὸ τῶν ἀποίκων τε καὶ ὑπηκόων ἀποσταλεῖσαν. ἀφίκετο δʼ αὐτοῖς παρὰ τοῦ Λατίνων τε καὶ Ἑρνίκων ἔθνους διπλάσιον τοῦ κληθέντος ἐπικουρικόν. οὐ μὴν ἐχρήσαντό γε παντί· πολλὴν δὲ χάριν αὐτοῖς εἰδέναι φήσαντες τῆς προθυμίας ἀπέλυσαν τῆς ἀποσταλείσης δυνάμεως τὴν ἡμίσειαν.

ἔταξαν δὲ καὶ πρὸ τῆς πόλεως τρίτον ἐκ δυεῖν ταγμάτων τῶν ἐν ἀκμῇ στρατόν, φύλακα τῆς χώρας ἐσόμενον, εἴ τις ἑτέρα δύναμις πολεμίων ἐκ τοῦ ἀδοκήτου φανείη· τοὺς δʼ ὑπὲρ τὸν στρατιωτικὸν κατάλογον, οἷς ἔτι δύναμις ἦν ὅπλων χρήσεως, ἐν τῇ πόλει κατέλιπον ἄκρας τε καὶ τείχη φυλάξοντας.