Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δʼ οὐδὲν ἐγίνετο πέρας, χωρὶς ἑκάστους ἀπολαμβάνων ὁ Κοίντιος, τούς τε δημάρχους καὶ τὸν Ἄππιον, ἐδεῖτο καὶ ἐλιπάρει καὶ τὰ κοινὰ τῶν ἰδίων ἀναγκαιότερα ἡγεῖσθαι ἠξίου. ὁρῶν δὲ τοὺς μὲν ἤδη πεπειροτέρους γεγονότας, τὸν δὲ συνάρχοντα ἐπὶ τῆς αὐτῆς αὐθαδείας μένοντα πείθει τοὺς ἀμφὶ Λαιτώριον, ὑπὲρ ἁπάντων τῶν τʼ ἰδίων ἐγκλημάτων καὶ

τῶν δημοσίων τὴν βουλὴν ποιῆσαι κυρίαν. ἐπεὶ δὲ τοῦτο διεπράξατο, συνεκάλει τὴν βουλὴν καὶ τοὺς δημάρχους πολλὰ ἐπαινέσας καὶ τοῦ συνάρχοντος δεηθεὶς μὴ ἀντιπράττειν τῇ σωτηρίᾳ τῆς πόλεως ἐκάλει τοὺς εἰωθότας ἀποφαίνεσθαι γνώμας.

πρῶτος δὲ κληθεὶς Πόπλιος Οὐαλέριος Ποπλικόλας γνώμην ἀπεφήνατο τήνδε· ὅσα μὲν ἀλλήλοις ἐγκαλοῦσιν οἵ τε δήμαρχοι καὶ ὁ ὕπατος, ὑπὲρ ὧν ἔπαθον ἢ ἔδρασαν ἐν τῇ ταραχῇ, ἐπειδὴ οὐκ ἐξ ἐπιβουλῆς οὐδʼ οἰκείας πλεονεξίας ἕνεκεν εἰς αὐτὰ κατέστησαν, ἀλλʼ ὑπὸ τῆς εἰς τὰ κοινὰ φιλοτιμίας, ἀφεῖσθαι δημοσίᾳ καὶ μηδεμίαν ὑπὲρ αὐτῶν εἶναι δίκην· περὶ δὲ τοῦ νόμου, ἐπειδὴ ὁ ὕπατος Ἄππιος οὐκ ἐᾷ νόμον ἀπροβούλευτον εἰς τὴν ἐκκλησίαν ἐκφέρειν, προβουλεῦσαι μὲν περὶ τούτου τὸ συνέδριον· τοὺς δὲ δημάρχους ἅμα τοῖς ὑπάτοις ἐπιμέλειαν ποιήσασθαι τῆς θʼ ὁμονοίας τῶν πολιτῶν, ὅταν ἡ ψῆφος περὶ αὐτοῦ διαφέρηται, καὶ τῆς εὐκοσμίας.

ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων εὐθὺς ἀνέδωκε τὴν ὑπὲρ τοῦ νόμου ψῆφον ὁ Κοίντιος τῷ συνεδρίῳ, καὶ πολλὰ μὲν Ἀππίου κατηγορήσαντος, πολλὰ δὲ τῶν

v.3p.360
δημάρχων ἀντιλεξάντων, ἐνίκα παρὰ πολλὰς ψήφους ἡ τὸν νόμον εἰσφέρειν ἀξιοῦσα γνώμη. ἐπικυρωθέντος δὲ τοῦ προβουλεύματος αἵ τε ἴδιαι τῶν ἀρχόντων διαφοραὶ διελύθησαν, καὶ ὁ δῆμος ἀγαπητῶς δεξάμενος τὸ συγχώρημα τῆς βουλῆς ἐπεψήφισε τὸν νόμον. ἀπʼ ἐκείνου τοῦ χρόνου τὰ τῶν δημάρχων καὶ ἀγορανόμων ἀρχαιρέσια μέχρι τοῦ καθʼ ἡμᾶς χρόνου δίχα οἰωνῶν τε καὶ τῆς ἄλλης ὀττείας ἀπάσης αἱ φυλετικαὶ ψηφοφοροῦσιν ἐκκλησίαι. αὕτη λύσις ἐγένετο τῆς τότε κατασχούσης ταραχῆς τὴν πόλιν.

καὶ μετʼ οὐ πολὺ στρατιὰς ἐδόκει Ῥωμαίοις καταγράφειν καὶ τοὺς ὑπάτους ἐκπέμπειν ἀμφοτέρους ἐπί τʼ Αἰκανοὺς καὶ Οὐολούσκους. δυνάμεις γὰρ ἐξ ἑκατέρων τῶν ἐθνῶν ἐξεληλυθέναι ἠγγέλλοντο μεγάλαι καὶ προνομεύειν τοὺς Ῥωμαίων συμμάχους. παρασκευασθεισῶν δὲ τῶν δυνάμεων σὺν τάχει Κοίντιος μὲν Αἰκανοῖς πολεμήσων ᾤχετο, Ἄππιος δὲ Οὐολούσκοις, κλήρῳ διαλαχόντες τὰς ἀρχάς. συνέβη δὲ τῶν ὑπάτων ἑκατέρῳ τὰ εἰκότα πάσχειν·