Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
καὶ ὁ μὲν ὑπηρέτης κελευσθεὶς ὑπʼ αὐτοῦ προσῆγεν ὡς τοῦ σώματος ἐπιληψόμενος· τῶν δὲ ῥαβδούχων ὁ πρῶτος ἐπιτυχὼν παίων αὐτὸν ἀπήλασε. κραυγῆς δʼ ἐκ τῶν παρόντων γενομένης μεγάλης καὶ ἀγανακτήσεως ἵεται αὐτὸς ὁ Λαιτώριος παρακελευσάμενος τοῖς ὄχλοις ἀμύνειν, καὶ οἱ περὶ τὸν Ἄππιον στῖφος ἔχοντες νέων πολὺ καὶ καρτερὸν ὑφίστανται. καὶ μετὰ τοῦτο λόγοι
ἐπέσχε δὲ ταῦτα καὶ τοῦ μὴ προσωτέρω χωρῆσαι τὰ δεινὰ Κοίντιος ἅτερος τῶν ὑπάτων αἴτιος ἐγένετο, δεόμενός τε πάντων καὶ λιπαρῶν σὺν τοῖς πρεσβυτάτοις τῶν ἐκ τοῦ συνεδρίου καὶ εἰς μέσους τοὺς ἁψιμαχοῦντας ὠθούμενος. ἦν δὲ καὶ τῆς ἡμέρας τὸ λειπόμενον βραχὺ
μέρος, ὥστʼ ἀκούσιοι ἀπʼ ἀλλήλων διελύθησαν. ταῖς δʼ ἑξῆς ἡμέραις αἵ τʼ ἀρχαὶ ἀλλήλαις ἐνεκάλουν, ὁ μὲν ὕπατος τοῖς δημάρχοις, ὅτι καταλύειν αὐτοῦ τὴν ἀρχὴν ἠξίουν ἐς τὸ δεσμωτήριον τὸν ὕπατον ἀπάγειν κελεύσαντες, τῷ δʼ ὑπάτῳ οἱ δήμαρχοι, ὡς ἐμβεβληκότι πληγὰς σώμασιν ἱεροῖς καὶ καθωσιωμένοις ὑπὸ τοῦ νόμου — καὶ ὁ Λαιτώριος τὰ ἴχνη τῶν πληγῶν εἶχεν ἐπὶ τῆς ὄψεως ἔτι φανερά — ἥ τε πόλις ὅλη διοιδοῦσα καὶ ἀγριαινομένη διειστήκει.
ἔπειτα ὁ μὲν δῆμος ἐφρούρει τὸ Καπιτώλιον ἅμα τοῖς δημάρχοις, οὔθʼ ἡμέρας οὔτε νυκτὸς ἐκλείπων τὴν φυλακήν· ἡ δὲ βουλὴ συνιοῦσα πολλὴν καὶ ἐπίπονον ἐποιεῖτο ζήτησιν, ὅπως χρὴ παῦσαι τὴν διχοστασίαν, τοῦ τε κινδύνου τὸ μέγεθος ἐνθυμουμένη, καὶ ὅτι οὐδὲ τοῖς ὑπάτοις τὰ αὐτὰ παρειστήκει φρονεῖν. ὁ μὲν γὰρ Κοίντιος εἴκειν τῷ δήμῳ τὰ μέτρια ἠξίου, ὁ δʼ Ἄππιος μέχρι θανάτου ἀντέχειν.