Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τῶν δὲ διαπραξαμένων τὴν ἀνοσίαν φθορὰν ὁ μὲν ἕτερος ἑαυτὸν διεχρήσατο, τὸν δʼ ἕτερον οἱ τῶν ἱερῶν ἐπίσκοποι συλλαβόντες ἐν ἀγορᾷ μάστιξιν αἰκισάμενοι καθάπερ ἀνδράποδον ἀπέκτειναν. ἡ μὲν οὖν νόσος ἡ κατασκήψασα εἰς τὰς γυναῖκας καὶ ὁ πολὺς αὐτῶν φθόρος μετὰ τοῦτο τὸ ἔργον εὐθὺς ἐπαύσατο.
ἡ δʼ ἐκ πολλοῦ χρόνου διαμένουσα ἐν τῇ πόλει στάσις, ἣν οἱ δημόται πρὸς τοὺς πατρικίους ἐστασίαζον, ἀνίστατο πάλιν. ὁ δʼ ἐξεγείρων αὐτὴν δήμαρχος ἦν Πόπλιος Βολέρων, ὁ τῷ πρόσθεν ἐνιαυτῷ τοῖς περὶ Αἰμίλιόν τε καὶ Ἰούλιον ὑπάτοις ἀπειθήσας, ὅτʼ αὐτὸν ἀντὶ λοχαγοῦ στρατιώτην κατέγραφον, οὐ διʼ ἄλλο τι μᾶλλον ἀποδειχθεὶς ὑπὸ τῶν πενήτων τοῦ δήμου προστάτης — γένος τε γὰρ ἐκ τῶν ἐπιτυχόντων ἦν καὶ τεθραμμένος ἐν πολλῇ ταπεινότητι καὶ ἀπορίᾳ — ἀλλʼ ὅτι τὴν ἀρχὴν τῶν ὑπάτων βασιλικὸν ἔχουσαν ἀξίωμα τέως πρῶτος ἔδοξεν ἰδιώτης ἀνὴρ ἀπειθείᾳ ταπεινῶσαι, καὶ ἔτι μᾶλλον διὰ τὰς ὑποσχέσεις,
ὡς ἀφαιρησόμενος αὐτῶν τὴν ἰσχύν. ὃς ἐπειδὴ τάχιστα ἐξεγένετο αὐτῷ λωφήσαντος τοῦ δαιμονίου χόλου τὰ πολιτικὰ πράττειν, συναγαγὼν τὸν δῆμον εἰς ἐκκλησίαν νόμον εἰσφέρει περὶ τῶν δημαρχικῶν ἀρχαιρεσίων, μετάγων αὐτὰ ἐκ τῆς φρατριακῆς ψηφοφορίας, ἣν οἱ Ῥωμαῖοι καλοῦσιν κουριᾶτιν, ἐπὶ τὴν φυλετικήν. τίς δὲ τούτων διαφορὰ τῶν ἀρχαιρεσίων, ἐγὼ σημανῶ.