Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τοὺς ποιησομένους τὴν τῶν κλήρων διανομήν. τοῦ δὲ μὴ τῶν ἄλλων τινὰς ὑπάτων ἄγειν ἐπὶ τὴν δίκην, δώδεκα γενομένων τῶν μεταξὺ ἀρχείων, ἀφʼ οὗ τὸ προβούλευμα ἐγράφη, τούτους δὲ προβαλέσθαι τοὺς ἄνδρας μόνους τῆς ψευσθείσης ὑποσχέσεως, ἐπιεικεῖς ἔφερεν αἰτίας· καὶ τελευτῶν ἔφη μόνως ἂν οὕτως ἀναγκασθῆναι τοὺς ἐν ἀρχῇ τότʼ ὄντας ὑπάτους κληρουχῆσαι τὴν γῆν, ἐὰν ἑτέρους τινὰς ἴδωσι δίκην τῷ δήμῳ διδόντας, ἐνθυμηθέντας, ὅτι καὶ σφίσιν αὐτοῖς συμβήσεται ταὐτὸ παθεῖν.
ταῦτʼ εἰπὼν καὶ παρακαλέσας ἅπαντας ἥκειν ἐπὶ τὴν δίκην, καθʼ ἱερῶν τʼ ὀμόσας ἦ μὴν ἐμμένειν τοῖς ἐγνωσμένοις καὶ πάσῃ προθυμίᾳ τῶν ἀνδρῶν κατηγορεῖν, ἡμέραν προεῖπεν, ἐν ᾗ τὴν δίκην ἔμελλεν ἐπιτελέσειν. τοὺς δὲ πατρικίους, ὡς ἔμαθον ταῦτα, πολὺ δέος εἰσέρχεται καὶ φροντίς, ὅτῳ χρὴ τρόπῳ τούς τʼ ἄνδρας ἐκλύσασθαι τῆς αἰτίας καὶ τοῦ δημαγωγοῦ τὸ θράσος ἐπισχεῖν. καὶ δὴ ἐδέδοκτο αὐτοῖς, εἴ τι ψηφίσαιτο κατὰ τῆς ἀρχῆς τῶν ὑπάτων ὁ δῆμος, μὴ ἐπιτρέπειν αὐτῷ κατὰ τὸ καρτερὸν ἐνισταμένους καὶ εἰ δέοι καὶ εἰς ὅπλα χωροῦντας.
οὐ μὴν ἐδέησέ γε τῶν βιαίων οὐδενὸς αὐτοῖς ταχεῖαν λαβόντος τοῦ κινδύνου καὶ παράδοξον τὴν λύσιν· μιᾶς γὰρ ἡμέρας οὔσης ἔτι λοιπῆς τῇ δίκῃ νεκρὸς Γενύκιος ἐπὶ τῆς ἑαυτοῦ κοίτης εὑρέθη, σημεῖον οὐδὲν ἔχων οὔτε σφαγῆς