Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τε καὶ τιμᾶσθαι ὑπὸ πάντων ἠξίου. ἔφη δὲ δεῖν, εἰ μὲν ἀγαθὸν οἴονται τέλος εἰληφέναι τὸν πόλεμον ἀμφοτέροις σφίσι τὴν χάριν εἰδέναι· εἰ δὲ πονηρὸν ἀμφοτέρους ζημιοῦν· κοινὰ γὰρ αὐτοῖς καὶ τὰ βουλεύματα καὶ τὰ ἔργα καὶ τὰς ἐκ τοῦ δαιμονίου τύχας γεγονέναι. ἦν δʼ οὐ μόνον ὁ λόγος τοῦ ἀνδρός, ἀλλὰ καὶ ὁ βίος πείθων, ἐν ἅπασιν ἐξητασμένος ἔργοις ἀγαθοῖς.

προσῆν δὲ τούτοις, ὃ πλεῖστον ἐκίνησεν οἶκτον, ὄψεως σχῆμα συμπαθές, οἷον περὶ αὐτοὺς τοὺς πεπονθότας ἢ μέλλοντας πάσχειν τὰ δεινὰ γίνεσθαι φιλεῖ. ὥστε καὶ τοὺς προσήκοντας τοῖς ἀπολωλόσι καὶ δοκοῦντας ἀδιαλλάκτως ἔχειν πρὸς τὸν αἴτιον σφίσι τῆς συμφορᾶς, μαλακωτέρους γενέσθαι καὶ ἀποθέσθαι τὴν ὀργήν, ὡς ἐδήλωσαν. ἀναδοθεισῶν γὰρ τῶν ψήφων οὐδεμία φυλὴ τοῦ ἀνδρὸς κατεψηφίσατο. ὁ μὲν οὖν

v.3p.334
τὸν Σερουίλιον καταλαβὼν κίνδυνος τοιούτου τέλους ἔτυχεν.

οὐ πολλῷ δʼ ὕστερον χρόνῳ στρατιὰ Ῥωμαίων ἐξῆλθεν ἐπὶ Τυρρηνοὺς ἄγοντος θατέρου τῶν ὑπάτων Ποπλίου Οὐαλερίου. συνέστη γὰρ αὖθις ἡ Οὐιεντανῶν δύναμις προσθεμένων αὐτοῖς Σαβίνων, οἳ τέως ὀκνοῦντες αὐτοῖς συνάρασθαι τοῦ πολέμου ὡς ἀδυνάτων ἐφιεμένοις, τότʼ, ἐπειδὴ τήν τε Μενηνίου φυγὴν ἔγνωσαν καὶ τὸν ἐπιτειχισμὸν τοῦ πλησίον τῆς Ῥώμης ὄρους, τεταπεινῶσθαι νομίσαντες τάς τε δυνάμεις τὰς Ῥωμαίων καὶ τὸ φρόνημα τῆς πόλεως ἡττῆσθαι, συνελάμβανον τοῖς Τυρρηνοῖς πολλὴν ἀποστείλαντες δύναμιν.

οἱ δὲ Οὐιεντανοὶ τῇ τε σφετέρᾳ δυνάμει πεποιθότες καὶ τῇ Σαβίνων νεωστὶ ἡκούσῃ καὶ τὰς παρὰ τῶν ἄλλων Τυρρηνῶν ἐπικουρίας περιμένοντες προθυμίαν μὲν εἶχον ἐπὶ τὴν Ῥώμην ἐλαύνειν τῇ πλείονι τῆς σφετέρας στρατιᾶς, ὡς οὐδενὸς αὐτοῖς ὁμόσε χωρήσοντος, ἀλλὰ δυεῖν θάτερον, ἢ ἐκ τειχομαχίας αἱρήσοντες τὴν πόλιν ἢ λιμῷ κατεργασόμενοι.