Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

περὶ δὲ τῆς βουλῆς καὶ τῶν πατρικίων, ἐπειδὴ τὸ κοινὸν ὑμῶν μῖσος, ὃ διὰ τὴν κωλυθεῖσαν

v.3p.331
κληρουχίαν ἔχετε, καὶ ἐμὲ λυπεῖ, καὶ οὐδὲ ὁ κατήγορος αὐτὸ ἀπεκρύψατο, ἀλλὰ μέρος οὐκ ἐλάχιστον ἐποιήσατο τῆς ἐμῆς κατηγορίας, βούλομαι βραχέα εἰπεῖν πρὸς ὑμᾶς.

ἔσται δὲ μετὰ παρρησίας ὁ λόγος· ἄλλως γὰρ οὔτʼ ἂν ἐγὼ δυναίμην λέγειν οὔθʼ ὑμῖν ἀκούειν συμφέρει. οὐ δίκαια ποιεῖτε οὐδʼ ὅσια, ὦ δημόται, τῶν μὲν εὐεργεσιῶν, ἃς εὕρεσθε παρὰ τῆς βουλῆς, πολλῶν οὐσῶν καὶ μεγάλων οὐκ εἰδότες αὐτῇ χάριν· εἰ δέ τι δεομένοις ὑμῖν, ἐξ οὗ συγχωρηθέντος μεγάλα βλάπτοιτʼ ἂν τὸ κοινόν, οὐ φθονοῦσα ὑμῖν, ἀλλὰ τὸ συμφέρον τῆς πόλεως ὁρῶσα, ἠναντιώθη, τοῦτο διʼ ὀργῆς λαμβάνοντες.

ἔδει δʼ ὑμᾶς μάλιστα μὲν ὡς ἀπὸ τοῦ κρατίστου τὰ βουλεύματα αὐτῆς γενόμενα καὶ ἐπὶ τῷ πάντων ἀγαθῷ δεχομένους ἀποστῆναι τῆς σπουδῆς· εἰ δʼ ἀδύνατοι ἦτε κατασχεῖν ἀσύμφορον ἐπιθυμίαν λογισμῷ σώφρονι, μετὰ τοῦ πείθειν τῶν αὐτῶν ἀξιοῦν τυγχάνειν,

ἀλλὰ μὴ μετὰ τοῦ βιάζεσθαι. αἱ γὰρ ἑκούσιοι δωρεαὶ τοῖς τε προεμένοις ἡδίους τῶν ἠναγκασμένων εἰσί, καὶ τοῖς λαμβάνουσι βεβαιότεραι τῶν μὴ τοιούτων. ὃ μὰ τοὺς θεοὺς οὐ λογίζεσθε ὑμεῖς, ἀλλʼ ὑπὸ τῶν δημαγωγῶν, ὥσπερ θάλαττα ὑπʼ ἀνέμων ἄλλων ἐπʼ ἄλλοις ἐπανισταμένων, ἀνακινούμενοί τε καὶ ἀγριαινόμενοι οὐδὲ τὸν ἐλάχιστον χρόνον ἐν ἡσυχίᾳ καὶ γαλήνῃ διακεῖσθαι τὴν πόλιν ἐᾶτε. τοιγάρτοι παρέστη ἡμῖν κρείττονα ἡγεῖσθαι τῆς εἰρήνης τὸν πόλεμον· ὅταν

v.3p.332
μέν γε πολεμῶμεν, τοὺς ἐχθροὺς κακῶς ποιοῦμεν, ὅταν δʼ εἰρήνην ἄγωμεν, τοὺς φίλους. καίτοι, ὦ δημόται, εἰ μὲν ἅπαντα τὰ βουλεύματα τοῦ συνεδρίου καλὰ καὶ συμφέροντα ἡγεῖσθʼ εἶναι, ὥσπερ ἐστί, τί οὐχὶ καὶ