Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
Σπορίῳ μὲν οὖν ἅπαντα κατὰ νοῦν ἐχώρησεν οὐχ ὑπομεινάντων εἰς χεῖρας ἐλθεῖν τῶν πολεμίων, καὶ πολλὰ ἐκ τῆς στρατείας ἐξεγένετο χρήματά τε καὶ σώματα λαβεῖν. ἐπῆλθε γὰρ ὀλίγου δεῖν πᾶσαν ὅσην οἱ πολέμιοι χώραν κατεῖχον, ἄγων καὶ φέρων, καὶ τὰ λάφυρα τοῖς στρατιώταις ἅπαντα ἐχαρίσατο.
δοκῶν δὲ καὶ τὸν πρὸ τοῦ χρόνον εἶναι φιλόδημος, ἔτι μᾶλλον ἐκ ταύτης τῆς στρατηγίας ἐθεράπευσε τὸ πλῆθος. καί, ἐπειδὴ παρῆλθεν ὁ χρόνος τῆς στρατείας, ἄγων τὴν δύναμιν ὁλόκληρόν τε καὶ ἀπαθῆ χρήμασιν εὔπορον κατέστησε τὴν πατρίδα.
Καίσων δὲ Φάβιος ὁ ἕτερος τῶν ὑπάτων, οὐδενὸς
οὔτε γὰρ ὅσα δέοι σὺν τάχει στρατηγῷ κελεύσαντι τοὺς ὑπηκόους πειθαρχεῖν, οὔθʼ ὅσα τῷ προθύμῳ καὶ πρέποντι χρησαμένους βίᾳ κατασχεῖν, οὔθʼ ὅσα λάθρα τῶν ἀντιπολεμίων χωρία εἰς πλεονεξίαν εὔθετα σφετερίσασθαι, οὔτʼ ἄλλο πράττειν οὐδὲν ἕτοιμοι ἦσαν, ἐξ οὗ τιμήν τινα ὁ στρατηγὸς καὶ δόξαν ἀγαθὴν ἐξοίσεσθαι ἔμελλε. καὶ τἆλλα μὲν αὐτῶν, ὅσα ὑβρίζοντες τὸν ἡγεμόνα διετέλουν, ἐκείνῳ θʼ ἧττον λυπηρὰ ἦν καὶ τῇ πόλει βλάβης οὐ μεγάλης ἄξια, ὃ δὲ τελευτῶντες ἐξειργάσαντο κίνδυνον οὐ μικρὸν ἤνεγκε καὶ πολλὴν αἰσχύνην ἀμφοῖν.
γενομένης γὰρ παρατάξεως ἐν τῷ μεταξὺ τῶν λόφων, ἐφʼ οἷς ἦσαν ἐστρατοπεδευκότες ἀμφότεροι, πάσῃ τῇ παρʼ ἑκατέρων δυνάμει, πολλὰ καὶ καλὰ ἔργα ἀποδειξάμενοι καὶ τοὺς πολεμίους ἀναγκάσαντες ἄρξαι φυγῆς, οὔτʼ ἠκολούθησαν ἀπιοῦσι τοῦ στρατηγοῦ πολλὰ ἐπικελεύοντος οὔτε παραμείναντες ἐκπολιορκῆσαι τὸν χάρακα ἠθέλησαν, ἀλλʼ ἐάσαντες ἀτελὲς ἔργον καλὸν ἀπῄεσαν εἰς τὴν αὑτῶν στρατοπεδείαν.