Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτα διαπραξάμενος ἀπῆγεν ἐπʼ οἴκου τὴν στρατιάν. τοῖς δὲ Οὐιεντανοῖς μετὰ τὸν ἐπιτειχισμὸν τοῦ χωρίου κακῶς πάνυ τὰ πράγματʼ εἶχεν, οὔτε τὴν γῆν ἔτι δυναμένοις ἀσφαλῶς γεωργεῖν οὔτε τὰς ἔξωθεν εἰσαγομένας ἀγορὰς δέχεσθαι.

νείμαντες γὰρ εἰς τέτταρα μέρη τὴν στρατιὰν οἱ Φάβιοι, τῷ μὲν ἑνὶ διεφύλαττον τὸ χωρίον, τοῖς δὲ τρισὶ τὴν χώραν τῶν πολεμίων ἄγοντές τε καὶ φέροντες ἀεὶ διετέλουν· καὶ πολλάκις τῶν Οὐιεντανῶν ἐκ τοῦ φανεροῦ τʼ αὐτοῖς ἐπιθεμένων χειρὶ οὐκ ὀλίγῃ καὶ εἰς χωρία ἐνέδραις κατεχόμενα ὑπαγομένων, περιῆσαν ἀμφοτέρως καὶ πολλοὺς νεκροὺς ποιήσαντες ἀσφαλῶς ἀπῄεσαν εἰς τὸ χωρίον. ὥστʼ οὐδʼ ὁμόσε χωρεῖν

v.3p.300
αὐτοῖς ἔτι οἱ πολέμιοι ἐτόλμων, ἀλλὰ τειχήρεις μένοντες τὰ πολλὰ καὶ κλέπτοντες τὰς ἐξόδους διετέλουν, καὶ ὁ μὲν χειμὼν ἐκεῖνος οὕτως ἐτελεύτα.

τῷ δὲ κατόπιν ἔτει Λευκίου τʼ Αἰμιλίου καὶ Γαίου Σερουιλίου τὴν ὑπατείαν παρειληφότων ἀπηγγέλη Ῥωμαίοις, ὅτι Οὐολοῦσκοι καὶ Αἰκανοὶ συνθήκας πεποίηνται στρατιὰς κατʼ αὐτῶν ἅμα ἐξάγειν, καὶ οὐ διὰ μακροῦ εἰς τὴν χώραν ἐμβαλοῦσι· καὶ ἦν ἀληθῆ τὰ λεγόμενα. θᾶττον γοῦν ἢ προσεδόκα τις ἀμφότεροι τὰς δυνάμεις ἔχοντες ἐδῄουν τὴν κατὰ σφᾶς ἕκαστοι χώραν, ὡς οὐχ ἱκανῶν ἐσομένων Ῥωμαίων τῷ τε Τυρρηνικῷ πολέμῳ ἀντέχειν καὶ σφᾶς ἐπιόντας δέχεσθαι.

καὶ ἕτεροι αὖθις ἥκοντες ἐκπεπολεμῶσθαι πρὸς αὐτοὺς Τυρρηνίαν ἀπήγγελλον ὅλην καὶ παρεσκευάσθαι Οὐιεντανοῖς κοινὴν ἀποστέλλειν συμμαχίαν. κατέφυγον γὰρ ὡς αὐτοὺς ἀδύνατοι ὄντες ἐξελεῖν διʼ ἑαυτῶν τὸ φρούριον Οὐιεντανοί, συγγενείας τε ὑπομιμνῄσκοντες καὶ φιλίας καὶ ὅσους μετʼ αὐτῶν ἤραντο πολέμους διεξιόντες· ἀντὶ πάντων δὲ τούτων ἀξιοῦντες συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων πολέμου, ὡς σφῶν τε προκαθημένων Τυρρηνίας ὅλης καὶ τὸν πόλεμον ἀνακωχευόντων τὸν ἀπὸ Ῥώμης ῥέοντα κατὰ πάντων τῶν ὁμοεθνῶν. καὶ οἱ Τυρρηνοὶ πεισθέντες ὑπέσχοντο πέμψειν αὐτοῖς

v.3p.301

ὅσην ἠξίουν σημμαχίαν. ταῦθʼ ἡ βουλὴ μαθοῦσα ἐψηφίσατο τρισσὰς ἐκπέμψειν στρατιάς, καὶ γενομένων ἐν τάχει τῶν καταλόγων Λεύκιος μὲν Αἰμίλιος ἐπὶ Τυρρηνοὺς ἐπέμφθη· συνήρατο δʼ αὐτῷ τῆς ἐξόδου Καίσων Φάβιος, ὁ νεωστὶ τὴν ἀρχὴν ἀποθέμενος, δεηθεὶς τῆς βουλῆς ἐπιτρέψαι αὐτῷ τοῖς ἐν Κρεμέρᾳ συγγενέσιν, οὓς ὁ ἀδελφὸς αὐτοῦ φρουρήσοντας τὸ χωρίον ἐξήγαγε, συνεῖναί τε καὶ τῶν αὐτῶν ἀγώνων μετέχειν· καὶ ἐξῆλθε σὺν τοῖς ἀμφʼ αὐτὸν ἐξουσίᾳ κοσμηθεὶς ἀνθυπάτῳ.