Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὡς δʼ εἰς τὸ πεδίον ἀμφότεροι κατέστησαν, καὶ τὸ πολεμικὸν ἐσήμηναν αἱ σάλπιγγες, ἔθεον ἀλαλάξαντες ὁμόσε· καὶ συμπεσόντες ἀλλήλοις ἱππεῖς ἱππεῦσι καὶ
ἦν γὰρ ἡ Τυρρηνῶν φάλαγξ κατὰ τοῦτο τὸ χωρίον ὑπερπετής τε καὶ οὐκ ὀλίγῳ μείζων τῆς ἑτέρας. παρερρήγνυτο δὴ ταύτῃ τὸ Ῥωμαικὸν στράτευμα καὶ πολλὰς πληγὰς ἐλάμβανεν. ἡγεῖτο δὲ τούτου κέρως Κόιντος Φάβιος, πρεσβευτὴς καὶ ἀντιστράτηγος ὤν, ὁ δὶς ὑπατεύσας· καὶ μέχρι πολλοῦ ἀντεῖχε τραύματα λαμβάνων παντοδαπά, ἔπειτα λόγχῃ βληθεὶς εἰς τὰ στέρνα μέχρι τῶν σπλάγχνων ἐλθούσης τῆς αἰχμῆς ἔξαιμος γενόμενος πίπτει.
ὡς δὲ τοῦτʼ ἤκουσεν ὁ ἕτερος τῶν ὑπάτων, Μάρκος Φάβιος — ἦν δὲ κατὰ μέσην τὴν φάλαγγα τεταγμένος — τοὺς κρατίστους τῶν λόχων ἀναλαβὼν καὶ τὸν ἕτερον τῶν ἀδελφῶν Καίσωνα Φάβιον ἀνακαλεσάμενος, παρήλαυνεν ἐπὶ τὴν ἑαυτοῦ φάλαγγα καὶ μέχρι πολλοῦ προελθών, ἐπειδὴ παρήλλαξεν τὸ δεξιὸν τῶν πολεμίων κέρας, ἤλαυνεν ἐπὶ τοὺς κυκλουμένους. ἐμπεσὼν δʼ αὐτοῖς φόνον τε τοῖς ἐν χερσὶ ποιεῖ πολὺν καὶ φυγὴν τῶν πρόσω, τόν τʼ ἀδελφὸν ἔτι ἐμπνέοντα καταλαβὼν αἴρεται.
ἐκεῖνος μὲν οὗν οὐ πολὺν ἔτι χρόνον ἐπιβιοὺς ἀποθνήσκει· τοῖς δὲ τιμωροῦσιν αὐτῷ θυμὸς ἔτι πλείων παρέστη καὶ μείζων