Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Οὐιεντανοὶ δὲ

v.3p.270
πρὸς τοὺς ἀπὸ τῆς Ῥώμης ἥκοντας ἀποκρινάμενοι, ὅτι οὐκ ἐξ αὐτῶν εἴησαν οἱ προνομεύοντες τὴν χώραν, ἀλλʼ ἐκ τῶν ἄλλων Τυρρηνῶν, ἀπέλυσαν τοὺς ἄνδρας οὐθὲν τῶν δικαίων ποιήσαντες· καὶ οἱ πρέσβεις ἐπιτυγχάνουσι τοῖς Οὐιεντανοῖς λείαν ἐκ τῆς αὐτῶν χώρας ἄγουσι. ταῦτα παρʼ αὐτῶν ἡ βουλὴ μαθοῦσα πολεμεῖν τʼ ἐψηφίσατο Οὐιεντανοῖς καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξάγειν τὴν στρατιάν.

ἐγένετο μὲν οὖν περὶ τοῦ δόγματος ἀμφιλογία, καὶ πολλοὶ ἦσαν οἱ τὸν πόλεμον οὐκ ἐῶντες ἐκφέρειν τῆς τε κληρουχίας ὑπομιμνήσκοντες τοὺς δημοτικούς, ἧς γε πέμπτον ἔτος ἐψηφισμένης ὑπὸ τοῦ συνεδρίου κενῇ πιστεύσαντες ἐλπίδι ἐξηπάτηντο, καὶ κοινὸν ἀποφαίνοντες πόλεμον, εἰ κοινῇ χρήσεται γνώμῃ πᾶσα Τυρρηνία τοῖς ὁμοεθνέσι

βοηθοῦσα. οὐ μὴν ἴσχυσάν γʼ οἱ τῶν στασιαστῶν λόγοι, ἀλλʼ ἐκύρωσε καὶ ὁ δῆμος τὸ τῆς βουλῆς δόγμα τῇ Σπορίου Λαρκίου γνώμῃ τε καὶ παρακλήσει χρησάμενος. καὶ μετὰ ταῦτʼ ἐξῆγον τὰς δυνάμεις οἱ ὕπατοι· στρατοπεδευσάμενοι δὲ χωρὶς ἀλλήλων οὐ μακρὰν ἀπὸ τῆς πόλεως καὶ μείναντες ἡμέρας συχνάς, ἐπειδὴ οὐκ ἀντεξῆγον οἱ πολέμιοι τὰς δυνάμεις, προνομεύσαντες αὐτῶν τῆς γῆς ὅσην ἐδύναντο πλείστην ἀπῆγον ἐπʼ οἴκου τὴν στρατιάν. ἄλλο δʼ ἐπὶ τῆς τούτων ὑπατείας λόγου ἄξιον οὐδὲν ἐπράχθη.

v.3p.271

τῷ δὲ μετὰ τούτους ἔτει διαφορᾶς γενομένης τῷ δήμῳ πρὸς τὴν βουλὴν περὶ τῶν ἀποδειχθησομένων ὑπάτων· οἱ μὲν γὰρ ἠξίουν ἀμφοτέρους ἐκ τῶν ἀριστοκρατικῶν ἐπὶ τὴν ἀρχὴν προαγαγεῖν, ὁ δὲ δῆμος ἐκ τῶν ἑαυτῷ κεχαρισμένων· γνωσιμαχήσαντες πρὸς ἀλλήλους ἡ βουλὴ καὶ ὁ δῆμος τέλος συνέπεισαν ἀλλήλους ἀφʼ ἑκάστης μερίδος ὕπατον αἱρεθῆναι· καὶ ἀποδείκνυται Καίσων μὲν Φάβιος τὸ δεύτερον ὑπὸ τῆς βουλῆς, ὁ τὸν Κάσσιον ἐπὶ τῇ τυραννίδι κρίνας, Σπόριος δὲ Φούριος ὑπὸ τῶν δημοτικῶν, ἐπὶ τῆς ἑβδομηκοστῆς καὶ πέμπτης ὀλυμπιάδος ἄρχοντος Ἀθήνησι

v.3p.272
Καλλιάδου, καθʼ ὃν χρόνον ἐστράτευσε Ξέρξης ἐπὶ

τὴν Ἑλλάδα. ἄρτι δὲ παρειληφότων αὐτῶν τὴν ἀρχὴν Λατίνων τε πρέσβεις ἧκον ἐπὶ τὴν βουλὴν δεόμενοι πέμψαι σφίσι τὸν ἕτερον τῶν ὑπάτων μετὰ δυνάμεως, ὃς οὐκ ἐάσει προσωτέρω χωρεῖν τὴν Αἰκανῶν καταφρόνησιν, καὶ Τυρρηνία πᾶσα ἠγγέλλετο κεκινημένη καὶ οὐ διὰ μακροῦ χωρήσουσα εἰς πόλεμον. συνήχθη γὰρ εἰς κοινὴν ἐκκλησίαν τὸ ἔθνος, καὶ πολλὰ Οὐιεντανῶν δεηθέντων συνάρασθαι σφίσι τοῦ κατὰ Ῥωμαίων μαίων πολέμου, τέλος ἐξήνεγκεν ἐξεῖναι τοῖς βουλομένοις Τυρρηνῶν μετέχειν τῆς στρατείας· καὶ ἐγένετο χεὶρ ἀξιόμαχος ἡ τοῖς Οὐιεντανοῖς ἑκουσίως τοῦ πολέμου συναραμένη. ταῦτα μαθοῦσι τοῖς ἐν τέλει Ῥωμαίων ἔδοξε στρατιάς τε καταγράφειν καὶ τοὺς ὑπάτους ἀμφοτέρους ἐξιέναι, τὸν μὲν Αἰκανοῖς τε πολεμήσοντα καὶ Λατίνοις τιμωρὸν ἐσόμενον, τὸν δʼ ἐπὶ

Τυρρηνίας ἄξοντα τὰς δυνάμεις. ἀντέπραττε δὲ πρὸς ταῦτα Σπόριος Ἰκίλιος τῶν δημάρχων εἷς· καὶ συνάγων εἰς ἐκκλησίαν τὸν δῆμον ὁσημέραι τὰς περὶ τῆς κληρουχίας ὑποσχέσεις ἀπῄτει παρὰ τῆς βουλῆς καὶ οὐδὲν ἔφη συγχωρήσειν οὔτε τῶν ἐπὶ πόλεμον οὔτε τῶν κατὰ πόλιν ὑπʼ αὐτῆς ψηφιζομένων ἐπιτελεσθῆναι, ἐὰν μὴ τοὺς δέκα ἄνδρας ἀποδείξωσι πρότερον ὁριστὰς τῆς δημοσίας χώρας, καὶ διέλωσι τὴν γῆν, ὡς

v.3p.273

ὑπέσχοντο τῷ δήμῳ. ἀπορουμένῃ δὲ τῇ βουλῇ καὶ ἀμηχανούσῃ, τί χρὴ ποιεῖν, Ἄππιος Κλαύδιος ὑποτίθεται σκοπεῖν, ὅπως διαστήσεται τὰ τῶν ἄλλων δημάρχων πρὸς αὐτόν, διδάσκων, ὅτι τὸν κωλύοντα καὶ ἐμποδὼν γινόμενον τοῖς δόγμασι τῆς βουλῆς ἱερὸν ὄντα καὶ νόμῳ τὴν ἐξουσίαν ἔχοντα ταύτην ἄλλως οὐκ ἔστι παῦσαι τῆς δυναστείας, ἐὰν μή τις ἕτερος τῶν ἀπὸ τῆς ἴσης τιμῆς καὶ τὴν αὐτὴν ἐξουσίαν ἐχόντων τἀναντία πράττῃ καί, οἷς ἂν ἐκεῖνος ἐμποδὼν γένηται,

ταῦτα κωλύῃ. συνεβούλευέ τε τοῖς αὖθις παραληψομένοις τὴν ἀρχὴν ὑπάτοις τοῦτο πράττειν καὶ σκοπεῖν, ὅπως ἕξουσί τινας ἀεὶ τῶν δημάρχων οἰκείους σφίσι καὶ φίλους· μίαν εἶναι λέγων τῆς ἐξουσίας τοῦ ἀρχείου κατάλυσιν, ἐὰν στασιάζωσι πρὸς ἀλλήλους οἱ ἄνδρες.