Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
οἱ δʼ ἔκ τε βασάνων καὶ τῶν ἄλλων ἀποδείξεων
ὡς δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν χρόνος, ἐλθόντων τῶν ὑπάτων πολλὴ σπουδὴ καὶ παράταξις ἐγένετο τοῦ δήμου πρὸς τοὺς πατρικίους περὶ τῶν παραληψομένων τὴν ἡγεμονίαν ἀνδρῶν. ἐκεῖνοι μὲν γὰρ ἐκ τῶν νεωτέρων ἐβούλοντο τοὺς δραστηρίους τε καὶ ἥκιστα δημοτικοὺς ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν· καὶ μετῄει τὴν ἀρχὴν κελευσθεὶς ὑπʼ αὐτῶν ὁ υἱὸς Ἀππίου Κλαυδίου τοῦ πολεμιωτάτου τῷ δήμῳ δοκοῦντος εἶναι, μεστὸς αὐθαδείας ἀνὴρ καὶ θράσους, ἑταίροις τε καὶ πελάταις ἁπάντων πλεῖστον τῶν καθʼ ἡλικίαν δυνάμενος· ὁ δὲ δῆμος ἐκ τῶν πρεσβυτέρων τε καὶ τῶν πεῖραν ἤδη δεδωκότων τῆς ἐπιεικείας τοὺς προνοησομένους τοῦ κοινῇ συμφέροντος ὀνομάζων ἠξίου ποιεῖν ὑπάτους. αἵ τʼ ἀρχαὶ διειστήκεσαν καὶ τὰς ἀλλήλων ἀνέλυον ἐξουσίας.
ὁπότε μὲν γὰρ οἱ ὕπατοι καλοῖεν τὸ πλῆθος ὡς ἀποδείξοντες τοὺς μετιόντας τὴν ἀρχὴν ὑπάτους, οἱ δήμαρχοι τοῦ κωλύειν ὄντες κύριοι διέλυον τὰ ἀρχαιρέσια, ὁπότε δʼ αὖ πάλιν ἐκεῖνοι
ταῦτα μαθοῦσα ἡ βουλὴ πολὺν ἐσκόπει χρόνον, ὅ τι χρήσεται τοῖς πράγμασιν, οὔτε βιάσασθαι δυναμένη τὸν δῆμον οὔτʼ εἶξαι βουλομένη. ἦν δʼ ἡ μὲν αὐθαδεστέρα γνώμη δικτάτορα ἑλέσθαι τῶν ἀρχαιρεσιῶν ἕνεκα, ὃν ἂν ἡγῶνται κράτιστον εἶναι· τὸν δὲ λαβόντα τὴν ἐξουσίαν τούς τε νοσοποιοὺς ἐκ τῆς πόλεως ἐξελεῖν, καὶ εἴ τι ἡμάρτηται ταῖς πρότερον ἀρχαῖς ἐπανορθώσασθαι, τόν τε κόσμον τοῦ πολιτεύματος, ὃν βούλεται, καταστησάμενον ἀνδράσι τοῖς κρατίστοις ἀποδοῦναι τὰς ἀρχάς.