Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς πολεμίοις ἐδόκει στρατιάν θʼ ἑτέραν μεταπέμπεσθαι καὶ ἐν ἰσχυροτέρῳ τὸ στρατόπεδον ποιήσασθαι χωρίῳ καὶ μηδὲν ἐκ τοῦ καταφρονεῖν αὐτῶν ἔτι προπετὲς κινδύνευμα ὡς πρότερον ὑπομένειν. ἐγεγόνει ταῦτα διὰ ταχέων, ἀμφοτέροις τε παρέστη τοῖς ἡγεμόσι τῶν δυνάμεων ὁμοία περὶ τοῦ πολέμου γνώμη, τὰ ἑαυτῶν φυλάττειν ἐρύματα, ἐάν τις ἐπίῃ, τοῖς δὲ τῶν πολεμίων ὡς βίᾳ κρατηθησομένοις μὴ ἐπιχειρεῖν.

καὶ ὁ διὰ μέσου χρόνος οὐκ ὀλίγος ἐγένετο φόβῳ τῶν ἐπιχειρήσεων τριβόμενος· οὐ μέντοι καὶ εἰς τέλος γε διαμένειν ἐν τοῖς ἐγνωσμένοις ἐδυνήθησαν. ὁπότε γὰρ ἐπισιτισμοῦ χάριν ἢ τῶν ἄλλων ἐπιτηδείων τινός, ὧν ἀμφοτέροις ἔδει, μοῖρά τις ἀποσταλείη τῆς στρατιᾶς, συμβολαί τʼ αὐτῶν ἐγίνοντο καὶ πληγαί, καὶ τὸ νικᾶν οὐκ ἀεὶ παρὰ τοῖς αὐτοῖς ἔμενε· πολλάκις δὲ συμπλεκομένων ἀλλήλοις ἀπέθνησκόν τʼ οὐκ ὀλίγοι καὶ τραυματίαι πλείους ἐγίνοντο.

τοῖς μὲν οὖν Ῥωμαίοις τὸ ἀπαναλούμενον τῆς στρατιᾶς οὐδεμία ποθὲν ἐπικουρία

v.3p.265
ἐξεπλήρου, τὸ δὲ τῶν Οὐολούσκων στρατόπεδον ἄλλων ἐπʼ ἄλλοις ἡκόντων πολλὴν αὔξησιν ἐλάμβανε· καὶ τούτῳ ἐπαρθέντες οἱ ἡγεμόνες ἐξῆγον ἐκ τοῦ χάρακος τὴν δύναμιν ὡς εἰς μάχην.

ἐξελθόντων δὲ καὶ τῶν Ῥωμαίων καὶ παραταξαμένων ἰσχυρὰ μάχη γίνεται καὶ ἱππέων καὶ πεζῶν καὶ ψιλῶν ἴσῃ πάντων χρωμένων προθυμίᾳ τε καὶ ἐμπειρίᾳ, καὶ τὸ νικᾶν ἑκάστου παρʼ ἑαυτὸν μόνον τιθεμένου·

ὡς δὲ νεκροί τʼ αὐτῶν πολλοὶ ἑκατέρωθεν, ἐν ᾧ ἐτάχθησαν χωρίῳ, πεσόντες ἔκειντο, καὶ ἡμιθνῆτες ἔτι πλείους τῶν νεκρῶν, οἱ δὲ παρὰ τὸν ἀγῶνα καὶ τὰ δεινὰ ἔτι διαμένοντες ὀλίγοι ἦσαν, καὶ οὐδὲ οὗτοι δρᾶν τὰ πολέμου ἔργα δυνάμενοι βαρυνόντων μὲν αὐτοῖς τῶν σκεπαστηρίων τὰς εὐωνύμους χεῖρας διὰ πλῆθος τῶν ἐμπεπηγότων βελῶν, καὶ οὐκ ἐώντων ὑπομένειν τὰς προσβολάς, τετραμμένων δὲ τῶν ἐγχειριδίων τὰς ἀκμάς, ἔστι δʼ ὧν καὶ κατεαγότων ὅλων, οἷς οὐθὲν ἔτι ἦν χρῆσθαι, τοῦ τε κόπου, ὃς διʼ ὅλης ἡμέρας ἀγωνιζομένοις αὐτοῖς πολὺς ἐγεγόνει, παραλύοντος τὰ νεῦρα καὶ τὰς πληγὰς ἀσθενεῖς ποιοῦντος, ἱδρῶτος δὲ καὶ δίψης καὶ ἄσθματος, οἷα ἐν πνιγηρᾷ ὥρᾳ ἔτους τοῖς πολὺν χρόνον ἀγωνιζομένοις συμπίπτειν φιλεῖ, παρʼ ἀμφοτέροις γινομένων, τέλος οὐδὲν ἔλαβεν ἀξιόλογον ἡ μάχη, ἀλλʼ ἀγαπητῶς

v.3p.266
ἀμφότεροι τῶν στρατηγῶν ἀνακαλουμένων ἀπῆλθον ἐπὶ τοὺς ἑαυτῶν χάρακας· καὶ οὐκέτι μετὰ τοῦτʼ ἐξῄεσαν εἰς μάχην οὐδέτεροι, ἀλλʼ ἀντικαθήμενοι παρεφύλαττον ἀλλήλων τὰς ἕνεκα τῶν ἐπιτηδείων γινομένας ἐξόδους.

ἔδοξε μέντοι καὶ λόγος ἦν ἐν τῇ Ῥώμῃ πολύς, ὡς δυναμένη τότε νικᾶν ἡ Ῥωμαίων δύναμις ἑκουσία μηδὲν ἦν ἐργάσασθαι λαμπρὸν διὰ μῖσός τε τοῦ ὑπάτου καὶ ὀργήν, ἣν εἶχε πρὸς τοὺς πατρικίους ἐπὶ τῷ φενακισμῷ τῆς κληρουχίας. αὐτοὶ δʼ οἱ στρατιῶται τὸν ὕπατον ὡς οὐχ ἱκανὸν στρατηγεῖν ᾐτιῶντο, γράμματα πέμποντες ὡς τοὺς ἐπιτηδείους ἑαυτῶν ἕκαστοι. καὶ τὰ μὲν ἐπὶ στρατοπέδου γινόμενα τοιαῦτʼ ἦν· ἐν αὐτῇ δὲ τῇ Ῥώμῃ πολλὰ δαιμόνια σημεῖα ἐφαίνετο δηλωτικὰ θείου χόλου κατά τε φωνὰς καὶ ὄψεις ἀήθεις.

πάντα δʼ εἰς τοῦτο συνέτεινεν, ὡς οἵ τε μάντεις καὶ οἱ τῶν ἱερῶν ἐξηγηταὶ συνενέγκαντες τὰς ἐμπειρίας ἀπεφαίνοντο, ὅτι θεῶν χολοῦσθαὶ τινες οὐ κομίζονται τὰς νομίμους τιμὰς οὐ καθαρῶς οὐδὲ ὁσίως ἐπιτελουμένων αὐτοῖς τῶν ἱερῶν. ζήτησις δὴ μετὰ τοῦτο πολλὴ ἐκ πάντων ἐγίνετο, καὶ σὺν χρόνῳ μήνυσις ἀποδίδοται τοῖς ἱεροφάνταις, ὅτι τῶν παρθένων μία τῶν φυλαττουσῶν τὸ ἱερὸν πῦρ, Ὀπιμία ὄνομα αὐτῇ, τὴν παρθενίαν ἀφαιρεθεῖσα μιαίνει τὰ ἱερά.

οἱ δʼ ἔκ τε βασάνων καὶ τῶν ἄλλων ἀποδείξεων

v.3p.267
μαθόντες, ὅτι τὸ μηνυόμενον ἦν ἀδίκημα ἀληθές, αὐτὴν μὲν τῆς κορυφῆς ἀφελόμενοι τὰ στέμματα καὶ πομπεύσαντες διʼ ἀγορᾶς ἐντὸς τείχους ζῶσαν κατώρυξαν· δύο δὲ τοὺς ἐξελεγχθέντας διαπράξασθαι τὴν φθορὰν μαστιγώσαντες ἐν φανερῷ παραχρῆμα ἀπέκτειναν καὶ μετὰ τοῦτο καλὰ τὰ ἱερὰ καὶ τὰ μαντεύματα ὡς ἀφεικότων αὐτοῖς τῶν θεῶν τὸν χόλον, ἐγίνετο.

ὡς δὲ καθῆκεν ὁ τῶν ἀρχαιρεσιῶν χρόνος, ἐλθόντων τῶν ὑπάτων πολλὴ σπουδὴ καὶ παράταξις ἐγένετο τοῦ δήμου πρὸς τοὺς πατρικίους περὶ τῶν παραληψομένων τὴν ἡγεμονίαν ἀνδρῶν. ἐκεῖνοι μὲν γὰρ ἐκ τῶν νεωτέρων ἐβούλοντο τοὺς δραστηρίους τε καὶ ἥκιστα δημοτικοὺς ἐπὶ τὴν ὑπατείαν προαγαγεῖν· καὶ μετῄει τὴν ἀρχὴν κελευσθεὶς ὑπʼ αὐτῶν ὁ υἱὸς Ἀππίου Κλαυδίου τοῦ πολεμιωτάτου τῷ δήμῳ δοκοῦντος εἶναι, μεστὸς αὐθαδείας ἀνὴρ καὶ θράσους, ἑταίροις τε καὶ πελάταις ἁπάντων πλεῖστον τῶν καθʼ ἡλικίαν δυνάμενος· ὁ δὲ δῆμος ἐκ τῶν πρεσβυτέρων τε καὶ τῶν πεῖραν ἤδη δεδωκότων τῆς ἐπιεικείας τοὺς προνοησομένους τοῦ κοινῇ συμφέροντος ὀνομάζων ἠξίου ποιεῖν ὑπάτους. αἵ τʼ ἀρχαὶ διειστήκεσαν καὶ τὰς ἀλλήλων ἀνέλυον ἐξουσίας.