Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ ταύτην ἔλαβον τὴν ὑπόνοιαν οἱ δημοτικοί, δείσαντες, μὴ τὸν Ἄππιον ἀποδείξωσι πικρὸν ὄντα καὶ χαλεπόν, πάντα πρὸ τούτου πάσχειν ὑπέμενον.

ἐπεὶ δὲ κατεγράφη τὰ στρατεύματα, παραλαβόντες οἱ ὕπατοι τὰς δυνάμεις ἐξήγαγον ἐπὶ τοὺς πολεμίους. Κορνήλιος μὲν οὖν εἰς τὴν Οὐιεντανῶν χώραν ἐμβαλὼν τὴν ἐγκαταληφθεῖσαν λείαν ἐν

v.3p.252
αὐτῇ ἀπήλασε, καὶ μετὰ ταῦτα πρεσβευσαμένων τῶν Οὐιεντανῶν τούς τʼ αἰχμαλώτους αὐτοῖς ἀπέλυσε χρημάτων, καὶ ἀνοχὰς τοῦ πολέμου συνέθετο ἐνιαυσίους. Φάβιος δὲ τὴν ἑτέραν δύναμιν ἔχων εἰς τὴν Αἰκανῶν γῆν ἐνέβαλεν· ἔπειτʼ ἐκεῖθεν εἰς τὴν Οὐολούσκων.

χρόνον μὲν οὖν τινα οὐ πολὺν ἠνέσχοντο οἱ Οὐολοῦσκοι διαρπαζομένων αὐτοῖς καὶ κειρομένων τῶν ἀγρῶν· ἔπειτα καταφρονήσαντες τῶν Ῥωμαίων ὡς οὐ πολλῇ δυνάμει παρόντων ἐξεβοήθουν ἐκ τῆς Ἀντιατῶν χώρας τὰ ὅπλα ἁρπάσαντες ἀθρόοι, ταχύτερα μᾶλλον ἢ ἀσφαλέστερα βουλευσάμενοι. εἰ μὲν οὖν ἔφθασαν ἐσκεδασμένοις τοῖς Ῥωμαίοις ἐπιφανέντες ἐκ τοῦ ἀπροσδοκήτου, μεγάλην ἂν αὐτῶν εἰργάσαντο τροπήν· νῦν δὲ προαισθόμενος τὴν ἔφοδον αὐτῶν ὁ ὕπατος διὰ τῶν ἀποσταλέντων ἐπὶ τὰς κατασκοπάς, ἀνακλήσει ταχείᾳ τοὺς ἐν ταῖς προνομαῖς ἐσκεδασμένους ἀναλαβών, τάξιν αὐτοῖς ἀπέδωκε τὴν εἰς πόλεμον ἁρμόττουσαν.