Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πρὸς δὲ τούτοις διεξῄεσαν, ὅτι δημεῦσαι τὰ κοινὰ τῆς πόλεως ἐπιβαλόμενος οὔτε τῆς βουλῆς ψηφισαμένης οὔτε τῷ συνυπάτῳ δοκοῦν, βίᾳ κυροῦν ἐμέλλησε τὸν νόμον, ὃς οὐ καθʼ ἓν τοῦτο μόνον ἦν ἀσύμφορός τε καὶ ἄδικος, ὅτι προβουλεῦσαι δέον τὸ συνέδριον καὶ εἰ δόξειεν ἐκείνῳ κοινὴν ἁπάντων εἶναι τῶν ἐν τέλει τὴν φιλανθρωπίαν ἑνὸς ἀνδρὸς ἐποίει τὴν χάριν·

ἀλλὰ καὶ κατʼ ἐκεῖνο τὸ πάντων σχετλιώτατον, ὅτι λόγῳ μὲν δόσις ἦν τοῖς πολίταις τῆς δημοσίας χώρας, ἔργῳ δʼ ἀφαίρεσις, Ῥωμαίων μὲν τῶν κτησαμένων αὐτὴν μίαν μοῖραν ληψομένων, Ἑρνίκων δὲ καὶ Λατίνων, ἧς οὐθὲν αὐτοῖς μετῆν, τὰς δύο· καὶ ὡς οὐδὲ τοῖς δημάρχοις ἐναντιωθεῖσι καὶ παραλύειν

v.3p.246
ἐκ τοῦ νόμου θάτερον ἀξιοῦσι μέρος τὸ κατὰ τὴν ἰσομοιρίαν τῶν ἐπηλύδων, ἐπείσθη, ἀλλὰ καὶ δημάρχοις καὶ συνυπάτῳ καὶ βουλῇ καὶ πᾶσι τοῖς ὑπὲρ τοῦ κοινοῦ τὰ κράτιστα βουλευομένοις τἀναντία πράττων διετέλεσε.

διεξελθόντες δὲ ταῦτα καὶ μάρτυρας αὐτῶν ἅπαντας τοὺς πολίτας ποιησάμενοι, μετὰ τοῦτʼ ἤδη καὶ τὰς ἀπορρήτους τῆς τυραννίδος παρείχοντο πίστεις, ὡς χρήματά τε συνενέγκαιεν αὐτῷ Λατῖνοι καὶ Ἕρνικες καὶ ὅπλα παρασκευάσαιντο καὶ συμπορεύοιντο ὡς αὐτὸν οἱ θρασύτατοι τῶν ἐν ταῖς πόλεσι νέων ἀπόρρητά τε ποιούμενοι βουλευτήρια καὶ πολλὰ πρὸς τούτοις ἕτερα ὑπηρετοῦντες, καὶ παρείχοντο τοὺς τούτων μάρτυρας πολλοὺς μὲν ἀστούς, πολλοὺς δʼ ἐκ τῶν ἄλλων συμμαχίδων πόλεων, οὔτε φαύλους οὔτʼ