Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

εἶεν δή· σὺ μέν, εἶπεν, ὦ Κάσσιε, ἀμφότερα ταῦτʼ ἐπιψηφίζειν ἀξιοῖς τὸν δῆμον, σὺ δὲ δὴ πρὸς θεῶν, ὦ Οὐεργίνιε, λέξον ἡμῖν, πότερα θάτερον ἀκυροῖς τῆς. Κασσίου γνώμης μέρος τὸ κατὰ τοὺς συμμάχους οὐκ οἰόμενος δεῖν ἰσομοίρους ἡμῖν Ἕρνικάς τε καὶ Λατίνους ποιεῖν, ἢ καὶ θάτερον μόνον ἀκυροῖς ἀξιῶν οὐδὲ ἡμῖν αὐτοῖς διανέμειν τὰ κοινά; ταυτὶ γὰρ ἀπόκριναί μοι μηδὲν ἀποκρυψάμενος.

εἰπόντος δὲ τοῦ Οὐεργινίου τῇ Λατίνων τε καὶ Ἑρνίκων ἀντιλέγειν ἰσομοιρίᾳ, τὸ δὲ κατὰ τοὺς πολίτας, εἰ πᾶσι δόξειε, διανέμεσθαι συγχωρεῖν, ἐπιστρέψας ὁ δήμαρχος εἰς τὸν ὄχλον εἶπεν· ἐπεὶ τοίνυν τὸ μὲν ἕτερον τῆς γνώμης μέρος ἀμφοτέροις τοῖς ὑπάτοις συνδοκεῖ, τὸ δʼ ἕτερον ἀντιλέγεται πρὸς θατέρου, ἰσότιμοι δʼ ἀμφότεροι, καὶ οὐχ οἷόν τε βιάσασθαι θατέρῳ τὸν ἕτερον, ὃ μὲν δίδοται δοται παρʼ ἀμφοτέρων, ἤδη λάβωμεν, ὑπὲρ οὗ δʼ ἀμφισβητοῦσιν,

ἀναβαλώμεθα. ἐπισημήναντος δὲ τοῦ πλήθους ὡς τὰ πράτιστα ὑποθεμένῳ καὶ καταλύειν ἐκ τοῦ νόμου τὸ ποιοῦν διχοστασίαν μέρος ἀξιοῦντος, ἀπορῶν, ὅ τι χρὴ πράττειν, ὁ Κάσσιος καὶ οὔτʼ ἀναθέσθαι τὴν γνώμην προαιρούμενος οὔτε μένειν ἐπʼ αὐτῆς ἀντιπραττόντων τῶν δημάρχων δυνάμενος, τότε

v.3p.237
μὲν διέλυσε τὴν ἐκκλησίαν, ταῖς δʼ ἑξῆς ἡμέραις ἀρρωστίαν σκηπτόμενος οὐκέτι κατέβαινεν εἰς τὴν ἀγοράν, ἀλλʼ ὑπομένων ἔνδον ἐπραγματεύετο βίᾳ καὶ χειροκρασίᾳ κυρῶσαι τὸν νόμον· καὶ μετεπέμπετο Λατίνων τε καὶ Ἑρνίκων ὅσους ἐδύνατο πλείστους ἐπὶ τὴν ψηφοφορίαν.

οἱ δὲ συνῄεσαν ἀθρόοι, καὶ διʼ ὀλίγου μεστὴ ξένων ἦν ἡ πόλις. ταῦτα μαθὼν ὁ Οὐεργίνιος κηρύττειν ἐκέλευσε κατὰ τοὺς στενωποὺς ἀπιέναι τοὺς μὴ κατοικοῦντας ἐν τῇ πόλει, χρόνον ὁρίσας οὐ πολύν. ὁ δὲ Κάσσιος τἀναντία ἐκέλευσε κηρύττειν παραμένειν τοὺς μετέχοντας τῆς ἰσοπολιτείας, ἕως ἂν ἐπικυρωθῇ ὁ νόμος.

ὡς δʼ οὐδὲν ἐγίνετο πέρας, δείσαντες οἱ πατρίκιοι, μὴ ψήφων θʼ ἁρπαγαὶ καὶ χειρῶν ἐπιβολαὶ γένωνται καὶ ἄλλα, ὅσα φιλεῖ βίαια συμβαίνειν ἐν ταῖς στασιαζούσαις ἐκκλησίαις εἰσφερομένου τοῦ νόμου, συνῆλθον εἰς τὸ συνέδριον ὡς ὑπὲρ ἁπάντων ἅπαξ βουλευσόμενοι.

Ἄππιος μὲν οὖν πρῶτος ἐρωτηθεὶς γνώμην οὐκ εἴα συγχωρεῖν τῷ δήμῳ τὴν διανομὴν διδάσκων, ὡς χαλεπὸς ἔσται καὶ ἀλυσιτελὴς σύνοικος ὄχλος ἀργὸς ἐθισθεὶς τὰ δημόσια λιχνεύειν, καὶ οὐθὲν ἐάσει ποτὲ τῶν κοινῶν οὔτε κτημάτων οὔτε χρημάτων ἔτι κοινὸν μένειν· αἰσχύνης τʼ ἄξιον πρᾶγμα εἶναι λέγων, εἰ Κασσίου κατηγοροῦντες ὡς πονηρὰ καὶ ἀσύμφορα πολιτευομένου καὶ τὸν δῆμον διαφθείροντος, ἔπειτʼ αὐτοὶ κοινῇ γνώμῃ ταῦτʼ ἐπικυρώσουσιν ὡς δίκαια καὶ συμφέροντα· ἐνθυμεῖσθαί τʼ αὐτοὺς ἀξιῶν, ὡς οὐδʼ ἡ χάρις ἡ παρὰ τῶν πενήτων, εἰ τὰ κοινὰ διανείμαιντο

v.3p.238
τοῖς συγχωρήσασι καὶ ἐπιψηφισαμένοις, ὑπάρξει, ἀλλʼ ἑνὶ τῷ προθέντι τὴν γνώμην Κασσίῳ καὶ δόξαντι ἠναγκακέναι τὴν βουλὴν ἄκουσαν ἐπικυρῶσαι.

προειπὼν δὴ ταῦτα καὶ παραπλήσια τούτοις ἕτερα τελευτῶν τάδε συνεβούλευσεν· ἄνδρας ἐκ τῶν ἐντιμοτάτων βουλευτῶν ἑλέσθαι δέκα, οἵτινες ἐπελθόντες τὴν δημοσίαν γῆν ἀφοριοῦσι, καὶ εἴ τινα ἐξ αὐτῆς κλέπτοντες ἢ βιαζόμενοί τινες ἰδιῶται κατανέμουσιν ἢ ἐπεργάζονται διαγνόντες ἀποδώσουσι τῷ δημοσίῳ. τὴν δʼ ὁρισθεῖσαν ὑπʼ ἐκείνων γῆν διαιρεθεῖσαν εἰς κλήρους ὅσους δή τινας καὶ στήλαις εὐκόσμοις διαγραφεῖσαν τὴν μὲν ἀπεμποληθῆναι παρῄνει καὶ μάλιστα περὶ ἧς ἀμφίλογόν τι πρὸς ἰδιώτας ἦν, ὥστε τοῖς ὠνησαμένοις μὴ εἶναι πρὸς τοὺς ἀντιποιησομένους ὑπὲρ αὐτῶν κρίσεις, τὴν δὲ πενταετῆ μισθοῦν χρόνον· τὸ δὲ προσιὸν ἐκ τῶν μισθώσεων ἀργύριον εἰς τοὺς ὀψωνιασμοὺς τῶν στρατευομένων ἀναλοῦσθαι καὶ εἰς τὰς μισθώσεις ὧν οἱ πόλεμοι χορηγιῶν δέονται·

νῦν μὲν γάρ, ἔφησεν, ὁ φθόνος τῶν πενήτων ὁ πρὸς τοὺς πλουσίους, ὅσοι σφετερισάμενοι τὰ κοινὰ διακατέχουσι, δίκαιός ἐστι· καἰ οὐθὲν θαυμαστόν, εἰ τὰ κοινὰ πάντας διανείμασθαι μᾶλλον ἀξιοῦσιν, ἢ τοὺς ἀναιδεστάτους τε καὶ ὀλίγους κατέχειν· ἐὰν δʼ ἀφισταμένους αὐτῆς

v.3p.239
ὁρῶσι τοὺς νῦν καρπουμένους καὶ τὰ κοινὰ ὄντως κοινὰ γινόμενα, παύσονται φθονοῦντες ἡμῖν, τήν τʼ ἐπιθυμίαν τῆς κατʼ ἄνδρα διανομῆς τῶν ἀγρῶν ἐπανήσουσι μαθόντες, ὅτι λυσιτελεστέρα τῆς μικρᾶς ἑκάστῳ

μερίδος ἡ κοινὴ μετὰ πάντων ἔσται κτῆσις. διδάσκωμεν γὰρ αὐτούς, ἔλεγεν, ὅσον τὸ διάφορον, καὶ ὡς εἷς μὲν ἕκαστος τῶν πενήτων γῄδιον οὐ μέγα λαβὼν καὶ εἰ τύχοι γείτονας ὀχληροὺς ἔχων οὔτʼ αὐτὸς ἱκανὸς ἔσται τοῦτο γεωργεῖν διʼ ἀπορίαν, οὔτε τὸν μισθωσόμενον ὅτι μὴ τὸν γείτονα εὑρήσει· εἰ δὲ μεγάλοι κλῆροι ποικίλας τε καὶ ἀξιολόγους ἔχοντες γεωργοῖς ἐργασίας ὑπὸ τοῦ κοινοῦ μισθοῖντο, πολλὰς οἴσουσι προσόδους· καὶ ὅτι κρεῖττον αὐτοῖς ἐστιν, ὅταν ἐξίωσιν ἐπὶ τοὺς πολέμους ἐκ τοῦ δημοσίου ταμιείου τὸν ἐπισιτισμόν τε καὶ ὀψωνιασμὸν λαμβάνειν, ἢ ἐκ τῶν ἰδίων οἴκων εἰς τὸ ταμιεῖον ἕκαστον εἰσφέρειν τεθλιμμένων ἔστιν ὅτε τῶν βίων καὶ ἔτι μᾶλλον ἐν τῷ συμπορίζειν τὸ ἀργύριον ἐπιβαρησομένων.

ταύτην εἰσηγησαμένου τὴν γνώμην Ἀππίου καὶ σφόδρα δόξαντος εὐδοκιμεῖν δεύτερος ἐρωτηθεὶς Αὖλος Σεμπρώνιος Ἀτρατῖνος ἔλεξεν· Ἄππιον μὲν οὐ νῦν ἔχω πρῶτον ἐπαινεῖν, ὡς φρονῆσαί τε ἱκανώτατον πρὸ πολλοῦ τὰ μέλλοντα καὶ γνώμας τὰς καλλίστας τε καὶ ὠφελιμωτάτας ἀποδεικνύμενον βέβαιόν

v.3p.240
τε καὶ ἀμετακίνητον ἐν τοῖς κριθεῖσι καὶ οὔτε φόβῳ εἴκοντα οὔτε χάρισιν ὑποκατακλινόμενον. ἀεὶ γὰρ ἐπαινῶν αὐτὸν καὶ θαυμάζων διατελῶ τοῦ τε φρονίμου καὶ τῆς γενναιότητος, ἣν παρὰ τὰ δεινὰ ἔχει. γνώμην τʼ οὐχ ἑτέραν, ἀλλὰ καὶ αὐτὸς ταύτην ἀποδείκνυμαι, μικρὰ ἔτι προσθεὶς αὐτῇ, ἅ μοι παραλιπεῖν Ἄππιος ἐδόκει.