Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὅτι τῆς μὲν πρώτης ὑπατείας τυχὼν τὸ Σαβίνων ἔθνος ἀντιποιούμενον τῆς ἡγεμονίας μάχῃ νικήσας ὑπήκοον ἠνάγκασε Ῥωμαίοις γενέσθαι· ἀποδειχθεὶς δὲ τὸ δεύτερον ὕπατος τὴν ἐμφύλιον ἔπαυσε τῆς πόλεως στάσιν καὶ κατήγαγε τὸν δῆμον εἰς τὴν πατρίδα, Λατίνους δὲ συγγενεῖς μὲν ὄντας τῆς Ῥωμαίων πόλεως, ἀεὶ δὲ τῆς ἡγεμονίας καὶ τῆς δόξης αὐτῇ φθονοῦντας, εἰς φιλότητα συνήγαγε τῆς ἰσοπολιτείας μεταδούς, ὥστε μηκέτι ἀντίπαλον, ἀλλὰ πατρίδα τὴν Ῥώμην νομίζειν.

τρίτον δὲ καταστὰς ἐπὶ τὴν αὐτὴν ἀρχὴν Οὐολούσκους τʼ ἠνάγκασε φίλους ἀντὶ πολεμίων γενέσθαι καὶ τὸ Ἑρνίκων ἔθνος μέγα τε καὶ ἄλκιμον καὶ πλησίον σφῶν κείμενον βλάπτειν τε καὶ ὠφελεῖν τὰ μέγιστα ἱκανώτατον ἑκούσιον ὑπηγάγετο.

ταῦτά τε δὴ καὶ τὰ ὅμοια τούτοις διεξελθὼν ἠξίου τὸν δῆμον ἑαυτῷ προσέχειν τὸν νοῦν, ὡς παρὰ πάντας τοὺς ἄλλους πρόνοιαν ἔχοντι τοῦ κοινοῦ καὶ εἰς τὸν λοιπὸν ἕξοντι χρόνον.

v.3p.233
τελευτῶν δὲ τοῦ λόγου τοσαῦτʼ ἔφη καὶ τηλικαῦτʼ ἀγαθὰ ποιήσειν τὸν δῆμον, ὥστε πάντας ὑπερβαλέσθαι τοὺς ἐπαινουμένους ἐπὶ τῷ φιλεῖν καὶ σώζειν τὸ δημοτικόν· καὶ ταῦτʼ ἔφη ποιήσειν οὐκ εἰς μακράν.

διαλύσας δὲ τὴν ἐκκλησίαν καὶ χρόνον οὐδὲ ἀκαριαῖον διαλιπὼν τῇ κατόπιν ἡμέρᾳ συνεκάλει τὴν βουλὴν εἰς τὸ συνέδριον ὀρθὴν καὶ περίφοβον οὖσαν ἐπὶ τοῖς ῥηθεῖσιν ὑπʼ αὐτοῦ λόγοις· καὶ πρὶν ἑτέρου τινὸς ἄρξασθαι λόγου τὴν ἀπόρρητον ἐν τῷ δήμῳ φυλαχθεῖσαν γνώμην εἰς μέσον ἔφερεν, ἀξιῶν τοὺς βουλευτάς, ἐπειδὴ πολλὰ ὁ δῆμος τῇ πόλει χρήσιμος γέγονε τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δʼ εἰς τὸ ἑτέρων ἄρχειν συλλαβόμενος, πρόνοιαν αὐτοῦ ποιήσασθαι, τήν τε χώραν αὐτῷ νείμαντας, ὅση πολέμῳ κρατηθεῖσα λόγῳ μὲν ἦν δημοσία, ἔργῳ δὲ τῶν ἀναιδεστάτων τε καὶ σὺν οὐδενὶ δικαίῳ κατεσχηκότων πατρικίων, καὶ τῆς ὑπὸ Γέλωνος τοῦ Σικελίας τυράννου πεμφθείσης σφίσι δωρεᾶς σιτικῆς, ἣν προῖκα δέον ἅπαντας διανείμασθαι τοὺς πολίτας ὠνητὴν ἐλάμβανον οἱ πένητες, ἀποδοθῆναι τὰς τιμὰς τοῖς ὠνησαμένοις ἐξ ὧν εἶχε τὸ κοινὸν χρημάτων.

εὐθὺς μὲν οὖν ἔτι λέγοντος αὐτοῦ θόρυβος ἦν πολύς, ἀχθομένων ἁπάντων καὶ οὐχ ὑπομενόντων τὸν λόγον. ἐπειδὴ δʼ ἐπαύσατο ὅ τε συνύπατος αὐτοῦ Οὐεργίνιος πολλὴν ἐποιήσατο κατηγορίαν ὡς στάσιν εἰσάγοντος, καὶ τῶν ἄλλων βουλευτῶν οἱ πρεσβύτατοί τε καὶ τιμιώτατοι, μάλιστα δʼ Ἄππιος Κλαύδιος· καὶ μέχρι πολλῆς ὥρας ἠγριωμένοι τε καὶ τὰ

v.3p.234
αἴσχιστα κατʼ ἀλλήλων ὀνείδη λέγοντες οὗτοι διετέλεσαν.