Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐπειδὴ δὲ περὶ δείλην ὀψίαν ἦν ἤδη, παρακαλέσας τοὺς ἱππεῖς ὁ ὕπατος νυνὶ δὴ ἄνδρας ἀγαθοὺς γενέσθαι, ἐμβάλλει τοῖς πολεμίοις κατὰ τὸ δεξιὸν κέρας αὐτὸς ἡγούμενος τῆς ἴλης. οἱ δʼ ὀλίγον τινὰ δεξάμενοι χρόνον αὐτοὺς ἐγκλίνουσι, καὶ γίνεται φόνος ἐνταῦθα πολύς. τὸ μὲν οὖν δεξιὸν τῶν Ἑρνίκων κέρας ἐπόνει τʼ ἤδη καὶ ἐξέλειπε τὴν τάξιν, τὸ δʼ εὐώνυμον ἔτι ἀντεῖχε καὶ περιῆν τοῦ Ῥωμαίων δεξιοῦ· μετʼ ὀλίγον μέντοι καὶ τοῦτʼ ἐνέδωκεν.
ὁ γὰρ Ἀκύλλιος τοὺς ἀρίστους τῶν νέων ἐπαγόμενος παρεβοήθει κἀκεῖ παραθαρρύνων τε καὶ ἐξ ὀνόματος ἀνακαλῶν τοὺς εἰωθότας ἐν ταῖς πρὶν ἀριστεύειν μάχαις, τά τε σημεῖα τῶν λόχων, ὅσοι μὴ ἐρρωμένως ἐδόκουν ἀμύνεσθαι, παρὰ τῶν σημειοφόρων ἁρπάζων εἰς μέσους ἐρρίπτει τοὺς πολεμίους, ἵνα τὸ δέος αὐτοὺς τῆς ἐννόμου τιμωρίας, εἰ μὴ ἀνασώσαιντο τὰς σημαίας, ἄνδρας ἀγαθοὺς εἶναι
φυγὴ δὴ τῶν Ἑρνίκων τὸ μετὰ τοῦτʼ ἐγίνετο ἐπὶ τὸν χάρακα τεταραγμένη τε καὶ ἄκοσμος, καὶ οἱ Ῥωμαῖοι αὐτοῖς κτείνοντες ἠκολούθουν. τοσαύτη δʼ ἄρα προθυμία παρὰ τὸν τότʼ ἀγῶνα τῇ Ῥωμαίων στρατιᾷ ἐνέπεσεν, ὥστε καὶ τοῦ χάρακος τῶν πολεμίων πειρᾶσθαί τινας ἐπιβαίνειν ὡς ἐξ ἐφόδου χειρωσομένους· ὧν οὐκ ἀσφαλῆ τὴν προθυμίαν οὐδʼ ἐν τῷ συμφέροντι γιγνομένην ὁρῶν ὁ ὕπατος, σημαίνειν κελεύσας τὸ ἀνακλητικὸν κατεβίβασε τοὺς ὁμόσε χωροῦντας ἄκοντας ἀπὸ τῶν ἐρυμάτων, δείσας, μὴ ἐξ ὑπερδεξιῶν βαλλόμενοι σὺν αἰσχύνῃ τε καὶ μετὰ μεγάλης βλάβης ἀναγκασθῶσιν ὑποχωρεῖν, ἔπειτα καὶ τὴν ἐκ τῆς προτέρας νίκης εὔκλειαν ἀφανίσωσι. τότε μὲν οὖν ἤδη καὶ γὰρ ἦν περὶ δύσιν ἡλίου· χαίροντές τε καὶ παιανίζοντες οἱ Ῥωμαῖοι κατεστρατοπέδευσαν.