Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
αἱ δὲ γυναῖκες αὐτῶν, ὡς ἐγγὺς ὄντος ἤδη τοῦ δεινοῦ, καταλιποῦσαι τῆς οἴκοι μονῆς τὸ εὐπρεπὲς ἔθεον ἐπὶ τὰ τεμένη τῶν θεῶν ὀλοφυρόμεναί τε καὶ προκυλιόμεναι τῶν ξοάνων· καὶ ἦν ἅπας μὲν ἱερὸς τόπος οἰμωγῆς τε καὶ ἱκετείας γυναικῶν ἀνάπλεως, μάλιστα δὲ τὸ τοῦ Καπετωλίου Διὸς ἱερόν.
ἔνθα δή τις αὐτῶν γένει τε καὶ ἀξιώματι προὔχουσα καὶ ἡλικίας ἐν τῷ κρατίστῳ τότʼ οὖσα καὶ φρονῆσαι τὰ δέοντα ἱκανωτάτη, Οὐαλερία μὲν ὄνομα, Ποπλικόλα δὲ τοῦ συνελευθερώσαντος ἀπὸ τῶν βασιλέων τὴν πόλιν ἀδελφή, θείῳ τινὶ παραστήματι κινηθεῖσα ἐπὶ τῆς ἀνωτάτω κρηπῖδος ἔστη τοῦ νεὼ καὶ προσκαλεσαμένη τὰς ἄλλας γυναῖκας πρῶτον μὲν παρεμυθήσατο καὶ παρεθάρρυνεν ἀξιοῦσα μὴ καταπεπλῆχθαι τὸ δεινόν· ἔπειτα ὑπέσχετο μίαν εἶναι σωτηρίας ἐλπίδα τῇ πόλει, ταύτην δʼ ἐν αὐταῖς εἶναι μόναις καταλειπομένην, ἐὰν
ἐθελήσωσι πράττειν, ἃ δεῖ. καί τις εἶπεν ἐξ αὐτῶν· καὶ τί πράττουσαι ἂν ἡμεῖς αἱ γυναῖκες διασῶσαι δυνηθείημεν τὴν πατρίδα τῶν ἀνδρῶν ἀπειρηκότων; τίς ἡ τοσαύτη περὶ ἡμᾶς τὰς ἀσθενεῖς καὶ ταλαιπώρους ἐστὶν ἰσχύς; οὐχὶ ὅπλων, ἔφησεν ἡ Οὐαλερία, καὶ χειρῶν δεομένη· τούτων μὲν γὰρ ἀπολέλυκεν ἡμᾶς ἡ φύσις· ἀλλʼ εὐνοίας καὶ λόγου. βοῆς δὲ μετὰ τοῦτο γενομένης καὶ δεομένων ἁπασῶν φανερὸν ποιεῖν, ἥτις ἐστὶν ἡ ἐπικουρία, λέγει πρὸς αὐτάς·