Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δʼ ἤκουσε ταῦθʼ ὁ Τύλλος, ὑπερηγάσθη τε καὶ τὸν παρόντα καιρὸν τῆς στρατείας ἀναβαλόμενος περὶ τὴν παρασκευὴν ἐγίνετο τοῦ πολέμου. ἐπεὶ δὲ καθῆκεν ὁ τῆς ἀρχῆς καιρός, Ἰουλίου τε καὶ Πιναρίου τὴν ὑπατείαν ἤδη παρειληφότων, ἡ κρατίστη τῶν Οὐολούσκων νεότης ἐξ ἁπάσης πόλεως, ὡς ὁ Τύλλος ἠξίου, παρῆν ἐπὶ τὴν τῶν ἀγώνων θέαν· καὶ κατεσκήνουν οἱ πλείους ἐν ἱεροῖς τε καὶ δημοσίοις τόποις οὐκ ἔχοντες καταγωγὰς ἐν οἰκίαις τε καὶ παρὰ ξένοις, καὶ ὁπότε διὰ τῶν στενωπῶν πορεύοιντο κατὰ συστροφὰς καὶ ἑταιρίας ἀθρόοι διεξῄεσαν, ὥστε καὶ λόγον ἤδη γίνεσθαι περὶ αὐτῶν ἀνὰ τὴν πόλιν καὶ ὑποψίας ἀτόπους.

ἐν δὲ τούτῳ προσέρχεται τοῖς ὑπάτοις ὁ κατασκευασθεὶς ὑπὸ τοῦ Τύλλου μηνυτής, ὡς ὁ Μάρκιος ὑπέθετο, καὶ ὡς δὴ ἀπόρρητον πρᾶξιν κατὰ τῶν ἑαυτοῦ φίλων ἐχθροῖς μέλλων ἐκφέρειν ὅρκοις καταλαμβάνεται τοὺς ὑπάτους ὑπὲρ ἀσφαλείας τε τῆς αὐτὸς αὐτοῦ καὶ τοῦ μηδένα Οὐολούσκων μαθεῖν, ὅστις ἦν ὁ τὴν μήνυσιν κατʼ αὐτῶν πεποιημένος. καὶ μετὰ τοῦτʼ ἐκφέρει

v.3p.128
τὴν περὶ τῆς ἐπιθέσεως τῆς κατεψευσμένης μήνυσιν.

ἐδόκει τοῖς ἀνδράσιν ἀληθὴς εἶναι ὁ λόγος, καὶ αὐτίκα ἡ βουλὴ κατʼ ἄνδρα ὑπὸ τῶν ὑπάτων κληθεῖσα συνῆκτο, καὶ παραχθεὶς ὁ μηνυτὴς τοὺς αὐτοὺς εἶπε καὶ πρὸς ἐκείνην τὰ πιστὰ λαβὼν λόγους. τοῖς δὲ καὶ πάλαι μὲν εἶναι τὸ πρᾶγμα ἐδόκει μεστὸν ὑποψίας τοσαύτην νεότητα ἐξ ἑνὸς ἔθνους διαφόρου σφίσιν ἐπὶ τὴν θέαν παρελθεῖν, προσελθούσης δὲ μηνύσεως, ἧς τὴν ἀπάτην ἠγνόουν, ἰσχὺν βεβαίαν ἡ δόξα ἔλαβεν, ἐδόκει θʼ ἅπασιν ἀπαλλάττειν τοὺς ἄνδρας ἐκ τῆς πόλεως πρὶν ἥλιον δῦναι, τοῖς δὲ μὴ πεισθεῖσιν ἐπικηρύξαι θάνατον, ἐπιμεληθῆναι δὲ τῆς ἀπαλλαγῆς αὐτῶν, ἵνα χωρὶς ὕβρεως καὶ μετʼ ἀσφαλείας γένοιτο, τοὺς ὑπάτους.

ταῦτα τῆς βουλῆς ψηφισαμένης οἱ μὲν ἐκήρυττον διὰ τῶν στενωπῶν διεξιόντες ἀπιέναι Οὐολούσκους ἐκ τῆς πόλεως αὐτίκα μάλα κατὰ μίαν ἅπαντας ἐξιόντας πύλην τὴν καλουμένην Καπυΐνην, ἕτεροι δὲ παρέπεμπον τοὺς ἀπαλλαττομένους ἅμα τοῖς ὑπάτοις· ἔνθα μάλιστα ὤφθη, ὅσον αὐτῶν τὸ πλῆθος ἦν καὶ ὡς ἀκμαῖον ἅπαν ὑφʼ ἕνα καιρὸν καὶ κατὰ μίαν ἐξιόντων πύλην. πρῶτος δʼ αὐτῶν ὁ Τύλλος ἐξῄει διὰ ταχέων καὶ καταλαβὼν οὐ πρόσω τῆς πόλεως τόπον ἐπιτήδειον ἐν τούτῳ τοὺς ὑστεροῦντας ἀνελάμβανεν.

ἐπειδὴ δὲ πάντες συνήχθησαν, ἐκκλησίαν ποιησάμενος πολλῇ καταβοῇ τῆς Ῥωμαίων πόλεως ἐχρήσατο, δεινὴν καὶ ἀφόρητον

v.3p.129
ἀποφαίνων τὴν ὕβριν, ἣν ὑβρισμένοι πρὸς αὐτῶν ἦσαν Οὐολοῦσκοι μόνοι τῶν ἄλλων ξένων ἐξελασθέντες ἐκ τῆς πόλεως· καὶ λέγειν ἠξίου ταῦτα πρὸς τὴν ἑαυτοῦ πόλιν ἕκαστον καὶ πράττειν, ὅπως παύσωνται τῆς ὕβρεως Ῥωμαῖοι δίκας παρασχόντες τῆς παρανομίας. ταῦτʼ εἰπὼν καὶ παραθήξας ἀνθρώπους ἀγανακτοῦντας ἐπὶ τῷ πάθει διέλυσε τὴν ἐκκλησίαν.