Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ὃ καὶ θαυμάζειν ἄξιον, ἀφʼ ἧς δήποτε αἰτίας ἡ βουλὴ σπουδάζουσα τὸν ἔμπροσθεν χρόνον ὑπὲρ τοῦ Μαρκίου τότε βουλομένῳ
ἀκούσας δὲ ταῦτα παρʼ αὐτομόλων τινῶν ὁ Μάρκιος, ὡς εἶχεν ὀργῆς, εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ τὴν Ῥώμην, φυλακὴν τοῦ Λαουινίου τὴν ἀρκοῦσαν καταλιπών· καὶ αὐτίκα τῆς πόλεως σταδίους τετταράκοντα ἀποσχὼν κατεστρατοπέδευσε περὶ τὰς καλουμένας Κλοιλίας τάφρους.
μαθοῦσι δὲ τὴν παρουσίαν αὐτοῦ τοῖς κατὰ τὴν πόλιν τοσοῦτος ἐνέπεσε θόρυβος ὡς αὐτίκα τοῖς τείχεσι τοῦ πολέμου προσάξοντος, ὥσθʼ οἱ μὲν ἐπὶ τὰ τείχη τὰ ὅπλα λαβόντες ἔθεον ἄνευ παραγγέλματος, οἱ δʼ ἐπὶ τὰς πύλας κατὰ πλῆθος ἐφέροντο χωρὶς ἡγεμόνος, οἱ δὲ τοὺς δούλους καθοπλίσαντες ἐπὶ τοῖς τέγεσι τῶν οἰκιῶν ἵστασαν, οἱ δὲ τήν τʼ ἄκραν καὶ τὸ Καπιτώλιον καὶ τοὺς ἄλλους ἐρυμνοὺς τόπους τῆς πόλεως κατελαμβάνοντο, γυναῖκές τε λελυμέναι τὰς κόμας ἐπὶ τὰ τεμένη καὶ τοὺς νεὼς ἔθεον ὀλοφυρόμεναί τε καὶ δεόμεναι τῶν θεῶν ἀποστρέψαι τῆς πόλεως τὸν ἐπιόντα φόβον.