Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐὰν μὲν οὖν ἀπερισκέπτως, ἔφη, καὶ διὰ τάχους τὸν πόλεμον ἐπιφέρῃς, τοῦ λελύσθαι τὰς σπονδὰς αἴτιος ἔσῃ καὶ τὸ δαιμόνιον οὐχ ἕξεις εὐμενές· ἐὰν δὲ περιμείνῃς, ἕως ἐκεῖνοι τοῦτο ποιήσωσιν, ἀμύνεσθαι δόξεις καὶ λελυμέναις σπονδαῖς βοηθεῖν. ὅπως δʼ ἂν τοῦτο γένοιτο, καὶ ὅπως ἂν ἐκεῖνοι μὲν ἄρξειαν παρασπονδεῖν, ἡμεῖς δὲ δόξαιμεν ὅσιον καὶ δίκαιον ἐπιφέρειν τὸν πόλεμον, ἐγὼ σὺν πολλῇ φροντίδι ἀνεύρηκα. δεῖ δʼ ὑφʼ ἡμῶν αὐτοὺς ἐξαπατηθέντας ἄρξαι τῆς παρανομίας.

ὁ δὲ τρόπος τῆς ἐξαπάτης, ὃν ἐγὼ τέως μὲν ἀπόρρητον ἐφύλαττον ἀναμένων τὸν οἰκεῖον αὐτοῦ καιρόν, νῦν δὲ σοῦ σπουδάζοντος ἔργου ἔχεσθαι θᾶττον ἐκφέρειν εἰς μέσον ἀναγκάζομαι, τοιόσδε ἐστίν· θυσίας ἐπιτελεῖν Ῥωμαῖοι μέλλουσι καὶ ἀγῶνας ἄγειν ἀπὸ πολλῶν χρημάτων σφόδρα λαμπρούς, ἀφίξονταί τε κατὰ θέαν ἐπὶ τούτους πολλοὶ τῶν ξένων.

τοῦτον ἀναμείνας τὸν χρόνον ἴθι καὶ σὺ καὶ Οὐολούσκων ὅσους δύνασαι πλείστους παρασκεύασον

v.3p.127
ἐλθεῖν ἐπὶ τὴν θέαν· ὅταν δʼ ἐν τῇ πόλει γένῃ, τῶν ἀναγκαιοτάτων τινά σοι φίλων κέλευσον ἐλθεῖν ὡς τοὺς ὑπάτους καὶ διʼ ἀπορρήτων εἰπεῖν, ὅτι μέλλουσιν ἐπιτίθεσθαι τῇ πόλει Οὐολοῦσκοι νύκτωρ, καὶ ἐπὶ τοῦθʼ ἥκουσι τὸ ἔργον ἀθρόοι. εὖ γὰρ ἴσθι, ὡς εἰ τοῦτʼ ἀκούσειαν οὐδὲν ἔτι ἐνδοιάσαντες ἐκβαλοῦσιν ὑμᾶς ἐκ τῆς πόλεως καὶ παρέξουσιν ἀφορμὴν δικαίας ὀργῆς.

ὡς δʼ ἤκουσε ταῦθʼ ὁ Τύλλος, ὑπερηγάσθη τε καὶ τὸν παρόντα καιρὸν τῆς στρατείας ἀναβαλόμενος περὶ τὴν παρασκευὴν ἐγίνετο τοῦ πολέμου. ἐπεὶ δὲ καθῆκεν ὁ τῆς ἀρχῆς καιρός, Ἰουλίου τε καὶ Πιναρίου τὴν ὑπατείαν ἤδη παρειληφότων, ἡ κρατίστη τῶν Οὐολούσκων νεότης ἐξ ἁπάσης πόλεως, ὡς ὁ Τύλλος ἠξίου, παρῆν ἐπὶ τὴν τῶν ἀγώνων θέαν· καὶ κατεσκήνουν οἱ πλείους ἐν ἱεροῖς τε καὶ δημοσίοις τόποις οὐκ ἔχοντες καταγωγὰς ἐν οἰκίαις τε καὶ παρὰ ξένοις, καὶ ὁπότε διὰ τῶν στενωπῶν πορεύοιντο κατὰ συστροφὰς καὶ ἑταιρίας ἀθρόοι διεξῄεσαν, ὥστε καὶ λόγον ἤδη γίνεσθαι περὶ αὐτῶν ἀνὰ τὴν πόλιν καὶ ὑποψίας ἀτόπους.

ἐν δὲ τούτῳ προσέρχεται τοῖς ὑπάτοις ὁ κατασκευασθεὶς ὑπὸ τοῦ Τύλλου μηνυτής, ὡς ὁ Μάρκιος ὑπέθετο, καὶ ὡς δὴ ἀπόρρητον πρᾶξιν κατὰ τῶν ἑαυτοῦ φίλων ἐχθροῖς μέλλων ἐκφέρειν ὅρκοις καταλαμβάνεται τοὺς ὑπάτους ὑπὲρ ἀσφαλείας τε τῆς αὐτὸς αὐτοῦ καὶ τοῦ μηδένα Οὐολούσκων μαθεῖν, ὅστις ἦν ὁ τὴν μήνυσιν κατʼ αὐτῶν πεποιημένος. καὶ μετὰ τοῦτʼ ἐκφέρει

v.3p.128
τὴν περὶ τῆς ἐπιθέσεως τῆς κατεψευσμένης μήνυσιν.