Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τείχους τοὺς πολεμίους ἀπήραξαν. οὐ μὴν εἰς τέλος γʼ ἀντέσχον ὀλίγοι πρὸς πολλοὺς ἀγωνιζόμενοι καὶ χρόνον οὐδὲ τὸν ἐλάχιστον ἀναπαυόμενοι. πολλαὶ γὰρ προσβολαὶ καὶ καθʼ ὅλην τὴν πόλιν ἐγίνοντο ὑπὸ τῶν Οὐολούσκων ἐκ διαδοχῆς ὑποχωρούντων μὲν αἰεὶ τῶν κεκμηκότων, ἑτέρων δὲ προσιόντων νεαρῶν· πρὸς οὓς ἀγωνιζόμενοι διʼ ὅλης ἡμέρας, καὶ οὐδὲ τὸν τῆς νυκτὸς ἀναπαυσάμενοι χρόνον ἐκλιπεῖν ἠναγκάσθησαν τὸ τεῖχος ὑπὸ κόπου. παραλαβὼν δὲ καὶ ταύτην ὁ Μάρκιος τὴν πόλιν ἐξηνδραποδίσατο καὶ τοῖς στρατιώταις ἐφῆκε μερίσασθαι τὰς ὠφελείας.
ἀναστήσας δὲ τὴν δύναμιν ἐκεῖθεν ἐπὶ τὴν Πεδανῶν πόλιν· ἦν δὲ καὶ αὕτη τοῦ Λατίνων γένους· συντεταγμένην ἔχων τὴν στρατιὰν ἀφικνεῖται καὶ αὐτὴν ἅμα τῷ πλησιάσαι τοῖς τείχεσιν αἱρεῖ κατὰ κράτος. καὶ ταὐτὰ διαθεὶς ὅσα τὰς πρότερον ἁλούσας ἕωθεν εὐθὺς ἀναστήσας τὴν δύναμιν ἦγεν ἐπὶ Κορβιῶνα.
ὄντι δʼ αὐτῷ πλησίον τοῦ τείχους τὰς πύλας ἀνοίξαντες οἱ ἔνδον ἀπαντῶσιν ἀντὶ τῶν ὅπλων προτείνοντες ἱκετηρίας καὶ παραδιδόντες ἀμαχητὶ τὸ τεῖχος. οὓς ἐπαινέσας ὡς τὰ κράτιστα περὶ σφῶν βεβουλευμένους, ἐκέλευσεν ὧν ἔδει τῇ στρατιᾷ φέροντας ἥκειν ἀργύριόν τε καὶ σῖτον, καὶ λαβὼν ὅσα προσέταξεν ἀπῆγε τὴν δύναμιν ἐπὶ τὴν Κοπιολανῶν
καὶ τοῦτʼ ἐσπούδαζεν, ὡς μηδὲν οἱ παραδιδόντες αὐτοῖς τὰς πόλεις πάθοιεν, ὧν φιλεῖ δρᾶν ὁ πόλεμος, ἀλλὰ καὶ γῆν ἀδῄωτον ἀπολαμβάνοιεν καὶ βοσκήματα καὶ ἀνδράποδα, ὅσα κατέλιπον ἐπὶ τῶν κτήσεων, κομίζοιντο, αὐλίζεσθαί τʼ οὐκ εἴα τὴν δύναμιν ἐν ταῖς πόλεσιν, ἵνα μή τι γένηται διʼ ἁρπαγῆς πρὸς αὐτῶν ἢ κλοπῆς κακόν, ἀλλὰ παρὰ τοῖς τείχεσι κατεστρατοπέδευεν.
ἀπὸ δὲ ταύτης ἀναστήσας τῆς πόλεως ἤλαυνε τὸν στρατὸν ἐπὶ Βοίλλας, ἐπιφανῆ τότε οὖσαν καὶ ἐν ὀλίγαις πάνυ ταῖς ἡγουμέναις τοῦ Λατίνων γένους πόλεσιν ἐξεταζομένην. οὐ προσδεξαμένων δʼ αὐτὸν τῶν ἔνδον, ἀλλὰ τῷ τʼ ἐρύματι πιστευόντων ἐχυρῷ γε σφόδρα ὄντι καὶ τῷ πλήθει τῶν ἀπʼ αὐτοῦ μαχησομένων παρακαλέσας τὴν δύναμιν ἀγωνίζεσθαι προθύμως καὶ τοῖς πρώτοις ἐπιβᾶσι τοῦ τείχους μεγάλας δωρεὰς ὑποσχόμενος ἔργου εἴχετο· καὶ γίνεται μάχη περὶ τῇ πόλει ταύτῃ καρτερά.
οὐ γὰρ μόνον ἀπὸ τοῦ τείχους ἠμύνοντο τοὺς προσιόντας οἱ Βοιλλανοί, ἀλλὰ καὶ τὰς πύλας ἀνοίξαντες ἐξέθεον ἀθρόοι καὶ κατὰ τοῦ πρανοῦς ἐώθουν βίᾳ τοὺς ὑφισταμένους· φόνος τε