Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

τὰ μὲν οὖν οἰκεῖα παρεσκεύαστο αὐτοῖς ὡς ἐνῆν ἄριστα, καὶ οὐδὲν αὐτῶν ἔτι δεῖν ἐδόκει· τὰ δὲ συμμαχικὰ οὐχ ἅπαντα ὑπήκουε προθύμως ἑκούσιά τʼ οὐκ ἦν, οἷα συνάρασθαι τοῦ πολέμου, ὥστʼ οὐδὲ προσαναγκάζειν αὐτὰ ἠξίουν φοβούμενοι προδοσίαν. ἤδη δέ τινα καὶ ἀφίστατο αὐτῶν ἐκ τοῦ φανεροῦ καὶ τοῖς Οὐολούσκοις συνελάμβανε.

πρῶτοι δʼ ἦρξαν Αἰκανοὶ τῆς ἀποστάσεως, ἅμα τῷ συστῆναι τὸν πόλεμον εὐθὺς ἐλθόντες ὡς τοὺς Οὐολούσκους καὶ συμμαχίαν μεθʼ ὅρκων συνθέμενοι, στρατιάν τʼ ἀπέστειλαν οὗτοι τῷ Μαρκίῳ πλείστην τε καὶ προθυμοτάτην. ἀρξαμένων δὲ τούτων

v.3p.145
πολλοὶ καὶ τῶν ἄλλων συμμάχων κρύφα συνελάμβανον τοῖς Οὐολούσκοις οὐκ ἀπὸ ψηφισμάτων οὐδʼ ἀπὸ κοινοῦ δόγματος ἀποστέλλοντες αὐτοῖς τὰς συμμαχίας, εἰ δέ τισιν ἦν βουλομένοις μετέχειν τῆς στρατείας τῶν σφετέρων, οὐχ ὅπως ἀποτρέποντες, ἀλλὰ καὶ παρορμῶντες.

ἐγεγόνει τʼ ἐν οὐ πολλῷ χρόνῳ τοσαύτη δύναμις περὶ τοὺς Οὐολούσκους, ὅσην οὐ πώποτʼ ἔσχον, ὅτε μάλιστʼ ἤκμαζον ταῖς πόλεσιν· ἣν ἐπαγόμενος ὁ Μάρκιος ἐνέβαλεν αὖθις εἰς τὴν Ῥωμαίων γῆν, καὶ ἐγκαθεζόμενος ἡμέρας συχνὰς ἐδῄου τῆς γῆς, ὅσην ἐν τῇ πρότερον εἰσβολῇ παρέλιπε.

σωμάτων μὲν οὖν ἐλευθέρων οὐκέτι πολλῶν ἐγκρατὴς ἐγένετο κατὰ ταύτην τὴν στρατείαν· οἱ γὰρ ἄνθρωποι τὰ πλείστου ἄξια συσκευασάμενοι παλαίτερον ἔτι κατεπεφεύγεσαν, οἱ μὲν εἰς τὴν πόλιν, οἱ δʼ εἰς τὰ πλησίον φρούρια, εἴ τινα ἦν ἐχυρώτατα· τὰ δὲ βοσκήματα αὐτῶν, ὅσα οὐχ οἷοί τʼ ἦσαν ἀπελάσαι, καὶ τοὺς νέμοντας θεράποντας λαμβάνει τόν τε σῖτον τὸν ἐπὶ ταῖς ἅλωσιν ἔτι κείμενον καὶ τοὺς ἄλλους καρπούς, τοὺς μὲν ἐν χερσὶν ὄντας,