Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

δίδωμι δέ σοι τὴν αἵρεσιν, εἴτε τῆς ὑπερορίου στρατιᾶς εἴτε τῆς ἐνθάδε ὑπομενούσης ἐθέλεις στρατηγεῖν. ταῦτα λέγοντος αὐτοῦ σφόδρα

v.3p.142
ἠγάσθη τὴν γνώμην ὁ Τύλλος, καὶ τὸ δραστήριον τοῦ ἀνδρὸς εἰδὼς καὶ ἐπιτυχὲς ἐπέτρεψεν ἐκείνῳ τῆς ἔξω στρατιᾶς ἄρχειν.

καὶ ὁ Μάρκιος οὐθὲν ἔτι διαμελλήσας ἧκεν ἄγων τὴν δύναμιν ἐπὶ Κιρκαίαν πόλιν, ἐν ᾗ κληροῦχοι Ῥωμαίων ἦσαν ἅμα τοῖς ἐπιχωρίοις πολιτευόμενοι, καὶ παραλαμβάνει τὴν πόλιν ἐξ ἐφόδου. ὡς γὰρ ἔγνωσαν οἱ Κιρκαῖοι κρατουμένην σφῶν τὴν χώραν καὶ προσάγουσαν τῷ τείχει τὴν στρατιάν, ἀνοίξαντες τὰς πύλας ἐξῄεσαν ὁμόσε τοῖς πολεμίοις ἄνοπλοι παραλαβεῖν τὴν πόλιν ἀξιοῦντες· ὅπερ αὐτοῖς αἴτιον τοῦ μηδὲν παθεῖν ἀνήκεστον ἐγένετο.

οὔτε γὰρ αὐτῶν ἀπέκτεινεν ὁ στρατηγὸς οὐδένα, οὔτʼ ἐξήλασεν ἐκ τῆς πόλεως· ἐσθῆτα δὲ τοῖς στρατιώταις καὶ τροφὰς εἰς μῆνα ἱκανὰς καὶ ἀργύριόν τι μέτριον λαβὼν ἀπῆγε τὴν δύναμιν ὀλίγην μοῖραν ἐν τῇ πόλει καταλιπὼν τῆς τʼ ἀσφαλείας τῶν ἐνοικούντων ἕνεκα, μή τι ὑπὸ Ῥωμαίων πάθωσι κακόν,

καὶ τοῦ μηδὲν ὕστερον νεωτερίσαι. εἰς δὲ τὴν Ῥώμην ὡς ἠγγέλθη τὰ γενόμενα πολὺ πλείων ταραχὴ καὶ θόρυβος ἦν τῶν μὲν πατρικίων τὸν δῆμον ἐχόντων διʼ αἰτίας, ὅτι πολεμιστὴν ἄνδρα καὶ δραστήριον καὶ φρονήματος εὐγενοῦς μεστὸν ψευδεῖ περιβαλόντες αἰτίᾳ τῆς πόλεως ἀπήλασαν καὶ παρεσκεύασαν ἡγεμόνα Οὐολούσκοις γενέσθαι·

τῶν δὲ προεστηκότων τοῦ δήμου κατηγορίας τοῦ συνεδρίου ποιουμένων καὶ τὸ πρᾶγμα ὅλον ἐξ ἐπιβουλῆς ὑπʼ ἐκείνων κατεσκευάσθαι λεγόντων

v.3p.143
τόν τε πόλεμον οὐ κοινὸν ἅπασιν, ἀλλὰ σφίσι μόνοις ἐπάγεσθαι σκηπτομένων· καὶ ἦν τὸ κακοηθέστατον τοῦ δήμου μέρος ἅμα τούτοις. στρατιὰς δὲ καταγράφειν ἢ καλεῖν τοὺς συμμάχους ἢ παρασκευάσασθαι τὰ κατεπείγοντα διὰ τὰ πρὸς ἀλλήλους ἔχθη καὶ τὰς ἐν ταῖς ἐκκλησίαις κατηγορίας οὐδʼ εἰς νοῦν ἐλάμβανον.

τοῦτο καταμαθόντες οἱ πρεσβύτατοι τῶν Ῥωμαίων συστραφέντες ἔπειθον ἰδίᾳ τε καὶ ἐν κοινῷ τοὺς στασιωδεστάτους τῶν δημοτικῶν παύσασθαι τῶν εἰς τοὺς πατρικίους ὑποψιῶν τε καὶ κατηγοριῶν· διδάσκοντες ὡς εἰ διʼ ἑνὸς ἀνδρὸς ἐπιφανοῦς φυγὴν τοσοῦτος κίνδυνος κατέσχε τὴν πόλιν, τί χρὴ προσδοκᾶν, ἐὰν ἀναγκασθῶσιν οἱ πολλοὶ τῶν πατρικίων προπηλακισθέντες ὑπὸ τοῦ δήμου ταὐτὸ φρονῆσαι· καὶ κατέσχον οὗτοι τὴν ἀκοσμίαν τοῦ πλήθους.

παυσαμένου δὲ τοῦ πολλοῦ θορύβου συνελθοῦσα ἡ βουλὴ τοῖς μὲν ἀπὸ τοῦ κοινοῦ τῶν Λατίνων παροῦσι ἐπὶ συμμαχίας αἴτησιν ἀπεκρίνατο, μὴ ῥᾴδιον εἶναι σφίσι βοήθειαν ἀποστέλλειν κατὰ τὸ παρόν· αὐτοῖς δʼ ἐκείνοις ἐπιτρέπειν τὴν ἑαυτῶν στρατιὰν καταγράφειν καὶ ἡγεμόνας τῆς δυνάμεως ἰδίους ἐκπέμπειν τε, ὅταν αὐτοὶ ἐκπέμψωσι δύναμιν. ἐν γὰρ ταῖς συνθήκαις, αἷς ἐποιήσαντο πρὸς αὐτοὺς περὶ φιλίας, ἀπόρρητον ἦν τούτων ἑκάτερον.