Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

πολλὴ γὰρ ἂν εἴη κακότης, εἴ τις ἃ μετʼ ἀρετῆς καὶ ἀνδρείας ἐκτήσατο, ταῦθʼ ὑπὸ μωρίας τε καὶ δειλίας ἀφαιρεθείη. πολεμεῖν τʼ οὔτε μὴ βουλομένους ὑμᾶς ἀναγκάζομεν, οὔτε προθυμουμένους παραιτούμεθα, ἂν δʼ ἄρξησθε ἀμυνούμεθα. ταῦτα Οὐολούσκοις ἀπαγγέλλετε καὶ λέγετε, ὅτι λήψονται μὲν πρότεροι τὰ ὅπλʼ ἐκεῖνοι, θήσομεν δʼ ἡμεῖς ὕστεροι.

ταύτας οἱ πρέσβεις τὰς ἀποκρίσεις λαβόντες ἀπήγγειλαν τῷ πλήθει τῶν Οὐολούσκων. συναχθείσης οὖν αὖθις ἐκκλησίας μετὰ τοῦτο κυροῦται δόγμα κοινὸν τοῦ ἔθνους προειπεῖν Ῥωμαίοις τὸν πόλεμον. ἔπειθʼ αἱροῦνται στρατηγοὺς αὐτοκράτορας τοῦ πολέμου Τύλλον τε καὶ Μάρκιον δυνάμεις τε ψηφίζονται καταγράφειν καὶ χρήματʼ εἰσφέρειν καὶ τἆλλα παρασκευάσασθαι,

ὅσων ὑπελάμβανον δεήσειν τῷ πολέμῳ. μελλούσης δὲ διαλύεσθαι τῆς ἐκκλησίας ἀναστὰς ὁ Μάρκιος ἔφησεν·

v.3p.139
α μὲν ἐψήφισται τὸ κοινὸν ὑμῶν, ἔχει καλῶς καὶ γινέσθω κατὰ τὸν οἰκεῖον ἕκαστα καιρόν· ἐν ὅσῳ δὲ τὰ στρατεύματα μέλλετε καταγράφειν καὶ τἆλλα εὐτρεπίζειν ἕξοντά τινας ὥσπερ εἰκὸς ἀσχολίας καὶ διατριβάς, ἐγὼ καὶ Τύλλος ἔργου ἐχώμεθα. ὅσοις οὖν ὑμῶν βουλομένοις ἐστὶ προνομεῦσαι τὴν τῶν πολεμίων καὶ πολλὴν ἀποτεμέσθαι λείαν, ἴτε σὺν ἡμῖν. ὑποδέχομαι δʼ ὑμῖν, ἐὰν θεὸς συλλάβῃ, πολλὰς καὶ καλὰς δώσειν ὡφελείας.