Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
κομᾶν τε γὰρ τοὺς ἄρρενας ὥσπερ τὰς παρθένους ἐκέλευσεν ἐξανθιζομένους καὶ βοστρυχιζομένους καὶ κεκρυφάλοις τὰς πλοκαμίδας ἀναδοῦντας ἐνδύεσθαί τε ποικίλους καὶ ποδήρεις χιτωνίσκους, καὶ χλανιδίοις ἀμπέχεσθαι λεπτοῖς καὶ μαλακοῖς, καὶ δίαιταν ἔχειν ὑπὸ σκιαῖς· ἠκολούθουν τʼ αὐτοῖς εἰς τὰ διδασκαλεῖα τῶν ὀρχηστῶν καὶ αὐλητῶν καὶ τῶν παραπλησίων τούτοις μουσοκολάκων παραπορευόμεναι παιδαγωγοὶ γυναῖκες σκιάδεια καὶ ῥιπίδας κομίζουσαι, καὶ ἔλουον αὐτοὺς αὗται κτένας εἰς τὰ βαλανεῖα φέρουσαι καὶ μύρων ἀλαβάστρους καὶ κάτοπτρα.
τοιαύτῃ διαφθείρων ἀγωγῇ τοὺς παῖδας, ἕως ἐκπληρώσωσιν εἰκοστὸν ἔτος, τὸν ἀπὸ τοῦδε χρόνον εἰς ἄνδρας εἴα τελεῖν. πολλὰ δὲ καὶ ἄλλα Κυμαίοις ἐνυβρίσας καὶ λωβησάμενος καὶ οὔτʼ ἀσελγείας οὔτʼ ὠμότητος οὐδεμιᾶς ἀποσχόμενος, ὅτʼ ἀσφαλῶς κατέχειν ὑπελάμβανε τὴν τυραννίδα, γηραιὸς ὢν ἤδη δίκας ἔτισεν οὐ μεμπτὰς θεοῖς τε καὶ ἀνθρώποις πρόρριζος ἀπολόμενος.
οἱ δʼ ἐπαναστάντες αὐτῷ καὶ τὴν πόλιν ἐλευθερώσαντες ἀπὸ τῆς τυραννίδος οἱ παῖδες τῶν πεφονευμένων ὑπʼ αὺτοῦ πολιτῶν ἦσαν, οὕς κατʼ ἀρχὰς ἅπαντας ἀποκτεῖναι ἐν ἡμέρᾳ μιᾷ προελόμενος ἐπέσχεν, ὥσπερ ἔφην, ὑπὸ τῶν σωματοφυλάκων, οἷς ἔδωκε τὰς μητέρας αὐτῶν, ἐκλιπαρηθείς, καὶ κατʼ ἀγροὺς κελεύσας διατρίβειν.
ὀλίγοις δʼ ἔτεσιν ὕστερον, ἐπειδὴ τὰς κώμας διεξιὼν πολλὴν καὶ ἀγαθὴν εἶδεν αὐτῶν νεότητα, δείσας, μὴ συμφρονήσαντες ἐπαναστῶσιν αὐτῷ, φθάσαι διαχειρισάμενος ἅπαντας ἐβούλετο, πρὶν αἰσθέσθαι τινά· καὶ παραλαβὼν τοὺς φίλους ἐσκόπει μετʼ αὐτῶν, διʼ οἵου τρόπου ῥᾷστά τε καὶ τάχιστα λαθόντες ἀναιρεθήσονται.