Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

Ἑλληνικὸν δʼ ἄρα καὶ τοῦτʼ ἦν ἐν τοῖς πάνυ παλαιὸν ἐπιτήδευμα, ἐνόπλιος ὄρχησις ἡ καλουμένη πυρρίχη, εἴτʼ Ἀθηνᾶς πρώτης ἐπὶ Τιτάνων ἀφανισμῷ χορεύειν καὶ ὀρχεῖσθαι σὺν τοῖς ὅπλοις τἀπινίκια ὑπὸ χαρᾶς ἀρξαμένης, εἴτε παλαίτερον ἔτι Κουρήτων αὐτὴν καταστησαμένων, ὅτε τὸν Δία τιθηνούμενοι θέλγειν ἐβούλοντο κτύπῳ τε ὅπλων καὶ κινήσει μελῶν ἐνρύθμῳ καθάπερ ὁ μῦθος ἔχει.

δηλοῖ δὲ καὶ τούτου τὴν ἀρχαιότητα ὡς ἐπιχωρίου τοῖς Ἕλλησιν Ὅμηρος πολλαχῇ μὲν καὶ ἄλλῃ, μάλιστα δʼ ἐν ἀσπίδος κατασκευῇ, ἣν Ἀχιλλεῖ δωρήσασθαί φησιν Ἥφαιστον. ὑποθέμενος γὰρ ἐν αὐτῇ δύο πόλεις τὴν μὲν εἰρήνῃ κοσμουμένην, τὴν δὲ πολέμῳ κακοπαθοῦσαν, ἐν ᾗ τὴν ἀμείνω καθίστησι τύχην ἑορτὰς ποιῶν καὶ γάμους καὶ θαλίας ὥσπερ εἰκὸς καὶ ταῦτα λέγει·

κοῦροι δʼ ὀρχηστῆρες ἐδίνεον· ἐν δʼ ἄρα τοῖσιν αὐλοὶ φόρμιγγές τε βοὴν ἔχον· αἱ δὲ γυναῖκες ἱστάμεναι θαύμαζον ἐπὶ προθύροισιν ἑκάστη.
v.3p.116

καὶ αὖθις ἕτερον ἐν αὐτῇ λέγων διακεκοσμῆσθαι Κρητικὸν ἠιθέων τε καὶ παρθένων χορὸν ὧδε εἴρηκεν·

ἐν δὲ χορὸν ποίκιλλε περικλυτὸς ἀμφιγυήεις, τῷ ἴκελον οἷόν ποτʼ ἐνὶ Κνωσσῷ εὐρείῃ Δαίδαλος ἤσκησεν καλλιπλοκάμῳ Ἀριάδνῃ. ἔνθα μὲν ἠίθεοι καὶ παρθένοι ἀλφεσίβοιαι ὠρχεῦντʼ ἀλλήλων ἐπὶ καρπῷ χεῖρας ἔχουσαι.
κόσμον τʼ αὐτοῦ ἀφηγούμενος, ἵνα δῆλον ἡμῖν ποιήσειεν, ὅτι ἡ τῶν ἀρρένων κίνησις ἐνόπλιος ἦν, τάδε λέγει·
καί ῥʼ αἱ μὲν καλὰς στεφάνας ἔχον, οἱ δὲ μαχαίρας εἶχον χρυσείας ἐξ ἀργυρέων τελαμώνων.
ἡγεμόνας τε τῆς ὀρχήσεως αὐτῶν τοὺς ἐνδιδόντας τοῖς ἄλλοις καὶ προκαταρχομένους εἰσάγων τοιάδε γράφει·
πολλὸς δʼ ἱμερόεντα χορὸν περιΐσταθʼ ὅμιλος τερπόμενοι· δοιὼ δὲ κυβιστητῆρε κατʼ αὐτοὺς μολπῆς ἐξάρχοντες ἐδίνευον κατὰ μέσσους.