Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

καὶ νόμου κατάλυσιν εἶναι φανερὰν ταύτην λέγω. δυεῖν δὴ θάτερον ἀποφηνάτω παρελθὼν Μάρκιος, ἢ ὡς οὐ διένειμε τὰ λάφυρα τοῖς ἑαυτοῦ φίλοις, ἃ ἔλαβεν ἐκ τῆς πολεμίας, ἢ ὡς ταῦτα ποιῶν οὐ καταλύει τοὺς νόμους· ὧν οὐδέτερον ἕξει πρὸς ὑμᾶς εἰπεῖν. αὐτοὶ γὰρ ἀμφότερα ἴστε, καὶ τὸν νόμον καὶ τὸ ἔργον, καὶ οὐκ ἔνεσθʼ ὑμῖν ἀποψηφισαμένοις αὐτοῦ τὰ δίκαια καὶ

v.3p.100
τὰ εὔορκα δοκεῖν ἐγνωκέναι. ἐάσας δὴ τοὺς στεφάνους καὶ τὰ ἀριστεῖα καὶ τὰ τραύματα καὶ τὴν ἄλλην τερατείαν πρὸς ταῦτα λέγε, ὦ Μάρκιε· παραδίδωμι γὰρ ἤδη σοὶ τὸν λόγον.

τοῦτο τὸ κατηγόρημα πολλὴν ἐποίησε τὴν ἐπὶ θάτερα μεταβολήν. οἱ μὲν γὰρ ἐπιεικέστεροί τε καὶ σπουδάζοντες ὑπὲρ ἀφέσεως τοῦ ἀνδρὸς μαλακώτεροι τούτων ἀκούσαντες ἐγένοντο, τὸ δὲ κακόηθες ἅπαν, ὃ τοῦ δήμου πλεῖστον μέρος ἦν, ἐκ παντὸς ἀπολέσαι τὸν ἄνδρα δήπου προθυμούμενον, ἔτι μᾶλλον εἰς ταῦτʼ ἐπερρώσθη μεγάλης ἀφορμῆς καὶ φανερᾶς

λαβόμενον. ἦν γὰρ ἀληθὴς ἡ τῶν λαφύρων διάδοσις, οὐ μὴν ἐκ προαιρέσεώς γε πονηρᾶς καὶ ἐπὶ κατασκευῇ τυραννίδος, ὡς ὁ Δέκιος ᾐτιᾶτο, γενομένη, ἀλλʼ ἀπὸ παντὸς τοῦ βελτίστου καὶ ἐπανορθώσεως ἕνεκα τῶν κατεχόντων τὰ κοινὰ κακῶν. στασιάζοντος γὰρ ἔτι καὶ διεστηκότος ἀπὸ τῶν πατρικίων τοῦ πλήθους τότε καταφρονήσαντες οἱ πολέμιοι καταδρομὰς τῆς χώρας ἐποιοῦντο καὶ λεηλασίας συνεχεῖς· καὶ ὁπότε δόξειε τῇ βουλῇ τὴν κωλύσουσαν ταῦτα δύναμιν ἐξελθεῖν, οὐδεὶς ἐξῄει τῶν δημοτῶν, ἀλλʼ ἐπέχαιρόν τε καὶ περιεώρων τὰ γινόμενα· ἡ δὲ τῶν πατρικίων χεὶρ οὐκ ἦν καθʼ

ἑαυτὴν ἀξιόμαχος. τοῦτο καταμαθὼν ὁ Μάρκιος ὑπέσχετο τοῖς ὑπάτοις, ἐὰν ἐπιτρέψωσιν αὐτῷ τὴν ἡγεμονίαν, στρατιὰν ἄξειν ἑκούσιον ἐπὶ τοὺς πολεμίους καὶ δίκην λήψεσθαι παρʼ αὐτῶν ἐν τάχει. λαβὼν δὲ τὴν ἐξουσίαν συνεκάλει τούς τε πελάτας καὶ τοὺς φίλους

v.3p.101
καὶ τῶν ἄλλων πολιτῶν οἷς ἦν βουλομένοις ἀπολαῦσαί τι τῆς τοῦ στρατηγοῦ τύχης κατὰ τὰ πολέμια καὶ ἀρετῆς. ὡς δʼ αὐτῷ χεὶρ ἀξιόμαχος ἐδόκει συνεληλυθέναι, προῆγεν ἐπὶ τοὺς πολεμίους οὐθέν πω προειδότας.

ἐμβαλὼν δʼ εἰς χώραν πολλῶν ἀγαθῶν μεστὴν γενόμενος ἀφθόνου λείας κύριος ἐφῆκε τοῖς στρατιώταις ἅπαντα τὰ ληφθέντα διανείμασθαι, ἵνʼ οἱ μὲν συναράμενοι τοῦ ἔργου τὸν τῶν πόνων καρπὸν κομισάμενοι προθύμως ἐπὶ τὰς ἄλλας στρατείας ἀπαντῶσιν· οἱ δʼ ἀποκνήσαντες ἐνθυμηθέντες, ὅσων ἀγαθῶν αὐτοῖς ἐξὸν μεταλαβεῖν, διὰ τὸ στασιάζειν ἀπεκωλύθησαν εἰς τὰς λοιπὰς ἐξόδους γένωνται φρονιμώτεροι.