Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

νίκην ἀναιρεῖται πασῶν λαμπροτάτην. διαπραξάμενος δὲ ταῦτα καὶ τιμηθεὶς ὑπὸ τῶν Ἀρικηνῶν πολλαῖς δωρεαῖς ἀπέπλει διὰ ταχέων αὐτὸς ἄγγελος τοῖς Κυμαίοις τῆς αὑτοῦ νίκης βουλόμενος γενέσθαι· εἵποντο δʼ αὐτῷ πολλαὶ πάνυ τῶν Ἀρικηνῶν ὁλκάδες τὰ λάφυρα καὶ τοὺς αἰχμαλώτους τῶν Τυρρηνῶν ἄγουσαι.

ὡς δὲ πλησίον ἐγένοντο τῆς Κύμης, ὁρμίσας τὰς ναῦς ἐκκλησίαν τοῦ στρατοῦ ποιεῖται, καὶ πολλὰ μὲν τῶν προεστηκότων τῆς πόλεως κατηγορήσας, πολλοὺς δὲ τῶν ἀνδραγαθησάντων κατὰ τὴν μάχην ἐπαίνους διελθὼν ἀργύριόν τε διαδοὺς αὐτοῖς κατʼ ἄνδρα καὶ τὰς παρὰ τῶν Ἀρικηνῶν δωρεὰς εἰς κοινὸν ἅπασι καταθεὶς ἠξίου μεμνῆσθαι τῶν εὐεργεσιῶν, ἂν καταπλεύσωσιν εἰς τὴν πατρίδα, καὶ ἄν τις αὐτῷ ποτε συμβαίνῃ κίνδυνος ἐκ τῆς ὀλιγαρχίας ὡς δύναμις ἑκάστῳ βοηθεῖν.

ἁπάντων δὲ πολλὰς ὁμολογούντων αὐτῷ χάριτας εἰδέναι τῆς τʼ ἀνελπίστου σωτηρίας, ἣν διʼ ἐκεῖνον ἔσχον, καὶ τῆς ἐπὶ τὰ οἰκεῖα οὐ σὺν κεναῖς χερσὶν ἀφίξεως, καὶ τὰς ἑαυτῶν ψυχὰς θᾶττον ἢ τὴν ἐκείνου προήσεσθαι τοῖς ἐχθροῖς ἐπαγγειλαμένων, ἐπαινέσας αὐτοὺς ἀπέλυσε τὴν ἐκκλησίαν. καὶ μετὰ τοῦτο καλῶν εἰς τὴν αὑτοῦ σκηνὴν τοὺς πονηροτάτους ἐξ αὐτῶν καὶ κατὰ χεῖρα γενναιοτάτους δωρεῶν τε δόσει καὶ λόγων φιλανθρωπίᾳ καὶ ταῖς ἅπαντας ἐξαπατώσαις ἐλπίσι διαφθείρας,

v.3p.11
ἑτοίμους ἔσχε συγκαταλῦσαι τὴν καθεστῶσαν πολιτείαν.

οὓς συνεργοὺς καὶ συναγωνιστὰς λαβὼν καὶ ἃ δεήσει πράττειν ἑκάστοις ὑποθέμενος τοῖς τʼ αἰχμαλώτοις, οὓς ἐπήγετο, προῖκα δοὺς τὴν ἐλευθερίαν, ἵνα καὶ τὴν ἐκείνων εὔνοιαν προσλάβῃ, κατέπλει κεκοσμημέναις ταῖς ναυσὶν εἰς τοὺς τῶν Κυμαίων λιμένας. οἱ δὲ τῶν στρατευομένων πατέρες τε καὶ μητέρες καὶ πᾶσα ἡ ἄλλη συγγένεια, παιδία τε καὶ γαμεταὶ γυναῖκες, ὑπήντων ἐξιοῦσιν αὐτοῖς μετὰ δακρύων περιπλεκόμενοι καὶ καταφιλοῦντες καὶ ταῖς ἡδίσταις ἕκαστον ἀνακαλούμενοι προσηγορίαις.

καὶ ἡ ἄλλη δὲ πληθὺς ἡ κατὰ τὴν πόλιν ἅπασα χαρᾷ καὶ κρότῳ δεξιουμένη τὸν ἡγεμόνα προὔπεμπεν εἰς οἶκον ἀπιόντα. ἐφʼ οἷς οἱ προεστηκότες τῆς πόλεως ἀνιώμενοι, μάλιστα δʼ οἱ τὴν στρατηγίαν αὐτῷ παραδόντες καὶ τἆλλα τὰ πρὸς τὸν ὄλεθρον μηχανησάμενοι, πονηροὺς ὑπὲρ τοῦ μέλλοντος εἶχον διαλογισμούς.