Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ταῦτʼ οὖν ἐνθυμηθέντες καὶ τὸ σχῆμα τῆς πολιτείας τοῦθʼ ἡγησάμενοι κράτιστον εἶναι μηθενὸς ἀπελαύνετε τὸν δῆμον, ἀλλʼ ὥσπερ ἀρχὰς ἀποδεικνύναι τὰς καθʼ ἕκαστον ἐνιαυτὸν ἡγησομένας τῆς πόλεως, καὶ νόμους τοὺς μὲν ἐπικυροῦν, τοὺς δʼ ἀναιρεῖν, καὶ περὶ πολέμου καὶ εἰρήνης διαγιγνώσκειν, ἃ μέγιστα καὶ κυριώτατά ἐστι τῶν ἐν τῇ πόλει διαπραττομένων, μεταδεδώκατε αὐτῷ καὶ οὐθενὸς τούτων αὐτοκράτορα πεποιήκατε τὴν βουλήν· οὕτως καὶ τῶν δικαστηρίων μεταδίδοτε, καὶ μάλισθʼ ὑπὲρ ὧν ἄν τις αἰτίαν ἔχῃ τὴν πόλιν ἀδικεῖν στάσιν εἰσάγων ἢ τυραννίδα κατασκευαζόμενος ἢ περὶ προδοσίας τοῖς πολεμίοις διαλεγόμενος ἢ τοιοῦτό τι ἄλλο κακὸν ἐπιχειρῶν πράττειν.

ὅσῳ γὰρ ἂν φοβερώτερον κατασκευάσητε τὸ παραβαίνειν τοὺς νόμους καὶ τὰ ἔθη κινεῖν τοῖς ὑβρισταῖς καὶ πλεονέκταις, πολλοὺς ὀφθαλμοὺς καὶ φύλακας αὐτῶν ἀποδείξαντες, τοσούτῳ κρεῖττον ὑμῖν ἕξει τὰ κοινά.

ταῦτα καὶ τὰ παραπλήσια τούτοις εἰπὼν ἐπαύσατο. τῶν δὲ βουλευτῶν οἱ μετʼ αὐτὸν ἀνιστάμενοι πλὴν ὀλίγων οἱ λοιποὶ ταύτῃ προσέθεντο τῇ

v.3p.89
γνώμῃ. καὶ ἐπειδὴ τὸ προβούλευμα ἔδει γράφεσθαι, λόγον αἰτησάμενος ὁ Μάρκιος εἶπεν· οἷος μέν, ὦ βουλή, πρὸς τὰ κοινὰ ἐγὼ γέγονα, καὶ ὡς διὰ τὴν πρὸς ὑμᾶς εὔνοιαν εἰς τοῦτον τὸν κίνδυνον ἐλήλυθα, καὶ ὅτι παρὰ γνώμην ἀπήντηταί μοι τὰ παρʼ ὑμῶν, ἅπαντες ἴστε καὶ ἔτι μᾶλλον εἴσεσθε, ὅταν τὰ κατʼ ἐμὲ

σχῇ τέλος. ἐπεὶ δʼ ἡ Οὐαλερίου γνώμη νικᾷ, συνενέγκειε μὲν ταῦτα ὑμῖν, καὶ γενοίμην ἐγὼ κακὸς εἰκαστὴς τῶν ἐσομένων. ἵνα δὲ καὶ ὑμεῖς οἱ τὸ προβούλευμα γράφοντες εἰδῆτε ἐφʼ οἷς παραδιδόναι με τῷ δήμῳ μέλλετε, κἀγὼ μὴ ἀγνοῶ, περὶ τίνος ἀγωνιοῦμαι, κελεύσατε δὴ τοὺς δημάρχους εἰπεῖν ἐναντίον ὑμῶν, τί τὸ ἀδίκημά ἐστιν, ἐφʼ οὗ μέλλουσί μου κατηγορεῖν, καὶ ποταπὸν ὄνομα ἐπιγράψουσι τῇ δίκῃ.