Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἐνθυμούμενοι δὴ ταῦτʼ αἴσθεσθε ἤδη ποτὲ καὶ μάθετε, ὅτι πάνθʼ, ὅσα μὲν εὐηθέστερα βουλευσάμενοι μᾶλλον ἢ φρονιμώτερα ἐχαρίσασθε, αὐτῷ συμφορὰς ὑμῖν ἐνήνοχε καὶ βλάβας, ὅσα δὲ μετὰ τοῦ γενναίου στάντες τοῖς παρανόμοις αὐτοῦ καὶ βιαίοις ἠναντιώθητε, ταῦθʼ ὑμῖν εἰς δέον ἐκβέβηκε.
τί οὖν ὑμῖν ἐπισταμένοις ταῦτα παραινῶ πράττειν καὶ τίνα γνώμην ὑπὲρ τῶν παρόντων ἀποφαίνομαι; ὅσα μὲν ἐχαρίσασθε καὶ συνεχωρήσατε τῷ δήμῳ τὴν ἔχθραν διαλλαττόμενοι ὁπωσδήποτε φυλάττειν κύρια, καὶ μὴ λύειν τῶν τότε συγχωρηθέντων μηθέν, οὐχ ὡς καλῶν καὶ τῆς πόλεως ἀξίων ὄντων· πόθεν γάρ; ἀλλʼ ὡς ἀναγκαίων καὶ μηκέτι δεχομένων διόρθωσιν· ὅσα δʼ ἂν ἔξω τούτου βιαζόμενος καὶ παρανομῶν ἀκόντων ὑμῶν ἐπιχειρῇ λαμβάνειν μήτε συγχωρεῖν
οὐ γάρ, ἂν ἅπαξ ἁμάρτῃ τις εἴτʼ ἀπατηθεὶς εἴτʼ ἀναγκασθείς, καὶ τὰ λοιπὰ ὅμοια δεῖ πράττειν, ἀλλʼ ἐκείνου μεμνημένους τἆλλα ὅπως μὴ τοιαῦτα γενήσεται σκοπεῖν. ταῦτα μὲν οὖν ἐστιν, ἃ κοινῇ πάντας ὑμᾶς οἴομαι δεῖν ἐγνωκότας εἶναι, καὶ παρεσκευάσθαι πρὸς τὰς ἀδίκους τοῦ δήμου πλεονεξίας παραινῶ.
ὡς δὲ καὶ τοῦτο, περὶ οὗ νυνὶ πρόκειται σκοπεῖν ὅμοιόν ἐστι τοῖς ἄλλοις ἐγχειρήμασιν αὐτοῦ τοῖς ἀδίκοις καὶ παρανόμοις, καὶ οὐχ, οἷον ὁ δήμαρχος ἐξαπατῶν ὑμᾶς ἐπειρᾶτο ἀποφαίνειν, δίκαιον καὶ μέτριον, μάθετε οἱ μήπω σαφῶς εἰδότες. ὁ μὲν οὖν νόμος ὁ περὶ τῶν δικαστηρίων τῶν δημοτικῶν, ᾧ Δέκιος ἐκρατύνατο μάλιστα, οὐ καθʼ ὑμῶν ἐγράφη τῶν πατρικίων, ἀλλʼ ὑπὲρ ἀσφαλείας τῶν κατισχυομένων δημοτικῶν, ὡς αὐτός τε δηλοῖ γραφὰς ἔχων οὐκ ἀμφιβόλους, καὶ