Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐμοὶ μὲν γὰρ δοκεῖτε, ὦ βουλή, περὶ μὲν τὰς διαλύσεις γνώμῃ τῇ βελτίστῃ κεχρῆσθαι ... οἷς ἀνάγκη εἴκειν ... τοῦ βέβαια τηρεῖν τὰ συγκείμενα. θεοὺς γὰρ ἡμῖν ἐγγυητὰς ἐδώκατε τῶν ὁμολογιῶν, πολλὰ καὶ δεινὰ ἐπαρασάμενοι τοῖς παραβᾶσι τὰς συνθήκας αὐτοῖς τε καὶ ἐγγόνοις εἰς τὸν ἀεὶ χρόνον. ἀλλʼ ὅτι μὲν δὴ τά τε δίκαια ἀξιοῦμεν καὶ τὰ συμφέροντα, ἃ καὶ πολλὴ ἀνάγκη ποιεῖν ὑμᾶς μεμνημένους τῶν ὅρκων, ὡς πρὸς εἰδότας ἅπαντας οὐκ οἶδʼ ὅ τι δεῖ πλείω λέγοντα ἐνοχλεῖν.

ὡς δʼ οὐ μικρὰ τὰ διαφέροντα ἡμῖν ἐστι τόνδε μὴ ἐκλιπεῖν τὸν ἀγῶνα μήτε βίᾳ εἴξαντας μήτʼ ἀπάτῃ παραχθέντας, ἀλλὰ κατὰ πολλὴν ἀνάγκην εἰς αὐτὸν ἀφίγμεθα, δεινὰ καὶ πέρα δεινῶν πεπονθότες ὑπὸ τοῦδε τοῦ ἀνδρός, μάθετε, ὦ πατέρες, μᾶλλον δʼ ἀναμνήσθητε· οὐδὲν γὰρ ὅ τι οὐ πρὸς εἰδότας ὑμᾶς ἅπαντας ἐρῶ· καὶ ἅμα γνώμῃ χρήσασθε οἰκείᾳ πρὸς τὰ λεγόμενα ἐνθυμηθέντες, εἰ τῶν δημοτῶν ἡμῶν ἐπεχείρησέ τις ἐν τῷ πλήθει τοιαῦτα λέγειν ἢ πράττειν

v.3p.65
καθʼ ὑμῶν, οἷα Μάρκιος ἐτόλμησεν ἐνθάδε εἰπεῖν, ποῖόν ποτʼ ἂν ὑμῖν παρέστη πρὸς αὐτὸν πάθος.

τὰς γὰρ ὑπὲρ τῆς ὁμονοίας τῇ βουλῇ ἀκινήτους ὁμολογίας καὶ μόνον οὐκ ἀδαμαντίνοις δεσμοῖς ἠσφαλισμένας, ἃς οὔτε ὑμῖν τοῖς ὀμωμοκόσιν οὔτε τοῖς ἐξ ὑμῶν ἐσομένοις καταλύειν θέμις, ἕως ἂν ἡ πόλις ἥδε οἰκῆται, πρῶτος ἐπεχείρησε λύειν ἐξ ὑμῶν οὑτοσὶ Μάρκιος οὔπω τέταρτον ἔτος ἐξ οὗ γεγενημένας, οὐ σιγῇ πράττων τὴν κατάλυσιν, οὐδʼ εἰς ἀφανές που καταδὺς χωρίον, ἀλλʼ ἀναφανδὸν ἐν τῷδε τῷ τόπῳ πάντων παρόντων ὑμῶν γνώμην ἀποφηνάμενος, ὡς χρὴ τὴν δημαρχικὴν ἐξουσίαν μηκέτι συγχωρεῖν ἡμῖν, ἀλλʼ ἀνελεῖν, ᾗ πρώτῃ καὶ μόνῃ τῆς ἐλευθερίας φυλακῇ

πιστεύσαντες ἐποιησάμεθα τὰς διαλύσεις. καὶ οὐκ ἐνταῦθʼ ἔστη τῆς ἀλαζονείας, ἀλλʼ ὕβριν τὴν ἐλευθερίαν τῶν πενήτων καὶ τυραννίδα τὴν ἰσηγορίαν ὀνομάζων ἀφελέσθαι παρῄνει ταύτην ὑμῖν. ὃ δὲ πάντων ἀνοσιώτατον ἦν τῶν τότε ὑπὸ τούτου ἀξιωθέντων, ἀναμνήσθητε, ὦ πατέρες, ὅτʼ ἀπέφαινε καλὸν εἶναι καιρὸν ἀπομηνμονεῦσαι πρὸς τὸ δημοτικὸν ἁπάσας τὰς ἐπὶ τοῖς προτέροις ἐγκλήμασιν ὀργάς, καὶ παρῄνει νῦν, ἐν ᾧ τετρύχωταί θʼ ὑπʼ ἀχρηματίας καὶ πολὺν ἤδη χρόνον τῆς ἀναγκαίου σπανίζεται τροφῆς, ἅπαν αὐτὸ ἐπιτρῖψαι, διακατασχόντας ἐπὶ τῆς αὐτῆς ἀπορίας τῶν

v.3p.66

ἐπιτηδείων τὴν ἀγοράν. οὐ γὰρ ἀνθέξειν ἡμᾶς ἐπὶ πολὺν χρόνον ὀλίγα σιτία πολλοῦ ὠνουμένους ἀργυρίου πένητας ἀνθρώπους, ἀλλὰ τοὺς μὲν οἰχήσεσθαι τὴν πόλιν ἐκλείποντας, ὅσοι δʼ ἂν ὑπομείνωσι τῷ κακοδαιμονεστάτῳ διαφθαρήσεσθαι τῶν μόρων. οὕτω δʼ ἄρα παρεφρόνει καὶ θεοβλαβὴς ἦν ταῦτα πείθων ὑμᾶς, ὥστʼ οὐδʼ ἐκεῖνο ἠδυνήθη καταμαθεῖν, χωρὶς τῶν ἄλλων ὧν προσετρίβετο τὰς τῆς βουλῆς σπονδὰς λύειν ἀξιῶν, ὅτι πένητες ἄνθρωποι τῆς ἀναγκαίου τροφῆς ἀποκλειόμενοι τοσοῦτοι τὸ πλῆθος ὄντες ὁμόσε χωρεῖν ἀναγκασθήσονται τοῖς αἰτίοις τῆς συμφορᾶς οὐθὲν ἔτι φίλιον ἡγούμενοι.