Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
τίς δʼ οὐκ ἂν ὑμῶν καταγνοίη πολλὴν ἄνοιαν καὶ μανίαν ἐνθυμούμενος, ὅτι μικρὸν μὲν ἔμπροσθεν ὑπὲρ τοῦ μὴ στασιάζειν τοὺς δημότας πολλὰ παρὰ γνώμην ὑπεμείνατε, ὧν ἔνια οὔτε κάλλιστα ἦν ἴσως οὔτε λυσιτελέστατα· νῦν δʼ οὔτʼ εἰς χρήματα βλάπτεσθαι μέλλοντες οὔτʼ εἰς εὐδοξίαν οὔτʼ εἰς ἄλλο τῶν κοινῶν οὐδʼ ὁτιοῦν, ἵνα χαρίζησθε τοῖς μισοδημοτάτοις, τὸ δημοτικὸν αὖθις ἐκπολεμώσετε; οὔκ,
ἐάν γε σωφρονῆτε. ἡδέως δʼ ἂν ὑμᾶς ἐροίμην, τίνα γνώμην λαβόντες τότε τὴν κάθοδον ἡμῖν συνεχωρήσατε ἐφʼ οἷς ἠξιοῦμεν, πότερα λογισμῷ προϊδόμενοι τὸ κράτιστον ἢ τῇ ἀνάγκῃ εἴξαντες; εἴπερ γὰρ ταῦθʼ ὑπελαμβάνετε ὠφελιμώτατα εἶναι τῇ πόλει, τί οὐ μένετε καὶ νῦν ἐν αὐτοῖς; εἰ δʼ ἀναγκαῖα καὶ οὐκ ἐνδεχόμενα ἄλλως γενέσθαι, τί χαλεπαίνετε γενομένοις; τὴν ἀρχὴν