Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
δέξασθαι τοῖς ὑπάτοις. ἠξίουν γὰρ τοὺς βουλευτὰς λόγον ἀποδόντας αὐτοῖς τε τοῖς ὑπὲρ τοῦ δήμου πράττουσι
v.3p.59
καὶ τοῖς συναγορεύειν ἢ τἀναντία λέγειν βουλομένοις, ἐπειδὰν ἀκούσωσιν ἁπάντων τῶν βουλομένων, ὅ τι ἂν αὐτοῖς φανῇ δίκαιόν τε καὶ τῷ κοινῷ συμφέρον ἀποφήνασθαι, φέρειν δὴ τὴν γνώμην ἅπαντας ὥσπερ ἐν δικαστηρίῳ τὸν νόμιμον ὅρκον ὀμόσαντας· ὅ τι δʼ ἂν αἱ πλείους γνῶμαι καθαιρῶσι, τοῦτʼ εἶναι κύριον. συγχωρησάντων δὲ τῶν ὑπάτων ὥσπερ ἠξίουν οἱ δήμαρχοι τὸ προβούλευμα γενέσθαι, τότε μὲν διελύθησαν· τῇ δὲ κατόπιν ἡμέρᾳ παρῆν μὲν εἰς τὸ συνέδριον ἡ βουλή· οἱ δʼ ὕπατοι δηλώσαντες αὐτῇ τὰ συγκείμενα τοὺς δημάρχους ἐκάλουν, καὶ περὶ ὧν ἥκουσιν ἐκέλευον λέγειν. παρελθὼν δʼ ὁ Δέκιος ὁ συγχωρήσας τὸ προβούλευμα γενέσθαι τοιούτοις ἐχρήσατο λόγοις.