Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ταῦτα ψηφισάμενοι τὸ μὲν ὑπὲρ τῆς ἀγορᾶς δόγμα εἰς τὸν δῆμον ἐξήνεγκαν καὶ πάντων ἐπαινεσάντων ἐκύρωσαν. ἦν δὲ τοιόνδε· τὰς τιμὰς εἶναι τῶν ὠνίων τῶν πρὸς τὸν καθʼ ἡμέραν βίον, αἵτινες ἐγένοντʼ ἐλάχισται πρὸ τῆς ἐμφυλίου στάσεως. παρὰ δὲ τῶν δημάρχων πολλὰ λιπαρήσαντες τὴν μὲν ὁλοσχερῆ πάρεσιν οὐχ εὕροντο, τὴν δʼ εἰς χρόνον ὅσον ἠξίουν ἀναβολὴν ἔλαβον· αὐτοί τε προσεμηχανήσαντο διατριβὴν ἑτέραν ἀφορμῇ τοιᾷδε χρησάμενοι.
τοὺς ἐκ Σικελίας ἀποσταλέντας ὑπὸ τοῦ τυράννου πρέσβεις καὶ παρακομίσαντας τῷ δήμῳ τὴν τοῦ σίτου δωρεὰν ἀποπλέοντας οἴκαδε Ἀντιάται πειρατήριον στείλαντες κατήγαγον ἀποσαλεύοντας οὐ πρόσω τῶν λιμένων καὶ τά τε χρήματʼ αὐτῶν ὡς πολεμίων δι’ ὠφελείας ἔθεντο, καὶ τὰ σώματα κατακλείσαντες εἶχον ἐν φυλακῇ.
ταῦτα μαθόντες οἱ ὕπατοι ἔξοδον ἐψηφίσαντο ἐπὶ τοὺς Ἀντιάτας, ἐπειδὴ πρεσβευομένοις αὐτοῖς οὐδὲν ἠξίουν τῶν δικαίων ποιεῖν· καὶ ποιησάμενοι τῶν ἐν ἀκμῇ κατάλογον ἐξῄεσαν ἀμφότεροι, ψήφισμα κυρώσαντες ὑπὲρ ἀναβολῆς τῶν τʼ ἰδίων καὶ τῶν δημοσίων δικῶν, ὅσον ἂν χρόνον ὦσιν ἐν τοῖς ὅπλοις.
ἐγένετο δʼ οὗτος οὐχ ὅσον ὑπέλαβον, ἀλλὰ
διαλυθείσης δὲ τῆς στρατιᾶς ὁ μὲν Σικίννιος ὁ δήμαρχος συναγαγὼν τὸ πλῆθος εἰς ἐκκλησίαν προεῖπεν ἡμέραν, ἐν ᾗ συντελεῖν ἔμελλε τὴν περὶ τοῦ Μαρκίου κρίσιν· καὶ παρεκάλει τούς τε κατὰ πόλιν ὑπάρχοντας ἀθρόους ἥκειν ἐπὶ τὴν διάγνωσιν τῆς δίκης καὶ τοὺς ἐπὶ τῶν ἀγρῶν διατρίβοντας ἀφεμένους τῶν ἔργων εἰς τὴν αὐτὴν ἡμέραν ἀπαντᾶν, ὡς ὑπὲρ ἐλευθερίας καὶ σωτηρίας ὅλης τῆς πόλεως τὴν ψῆφον ἀναληψομένους· παρήγγελλε δὲ καὶ τῷ Μαρκίῳ παρεῖναι πρὸς τὴν ἀπολογίαν ὡς οὐδενὸς ἀτυχήσοντι τῶν περὶ