Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ταῦτα δʼ εἰπόντες ἐδίδοσαν, εἰ βουλομένοις εἴη, τοῖς πατρικίοις ἀπολογίαν, κατέχοντες ἐπὶ τῆς ἐκκλησίας τὸν δῆμον, ἕως ἡ βουλὴ διαλυθείη. ἔτυχον γὰρ ὑπὲρ αὐτῶν τούτων συνεδρεύοντες οἱ πατρίκιοι διαποροῦντες, εἴτʼ ἀπολογητέον αὐτοῖς εἴη πρὸς τὸν δῆμον ὑπὲρ ὧν διεβλήθησαν,
εἴτε μενετέον ἐφʼ ἡσυχίας. ἐπεὶ δʼ αἱ πλείους γνῶμαι τὰ φιλανθρωπότερα τῶν αὐθαδεστέρων προείλοντο, διαλύσαντες οἱ ὕπατοι τὸν σύλλογον προῆλθον
ἡ μὲν ὑπὲρ τῆς σιτοδείας ἀπολογία πάνυ βραχεῖά ἐστιν, ὦ δημόται, καὶ οὐκ ἄλλους τινὰς παρεξόμεθα ὧν ἂν λέγωμεν ἢ ὑμᾶς μάρτυρας. τήν τε γὰρ ἀφορίαν τῶν σιτικῶν καρπῶν ἐπίστασθε δήπου καὶ αὐτοὶ διὰ τὸν ἐκλειφθέντα σπόρον γενομένην· τήν τʼ ἄλλην καταφθορὰν τῆς χώρας οὐ παρʼ ἑτέρων ὑμᾶς δεῖ μαθεῖν, ἀφʼ ἧς αἰτίας συνέβη,. καὶ ὡς τελευτῶσα ἡ πλείστη τε καὶ ἀρίστη γὴ πάντων ἐσπάνικε καρπῶν τε καὶ ἀνδραπόδων καὶ βοσκημάτων τὰ μὲν ὑπὸ τῶν πολεμίων διαρπαζομένη, τὰ δʼ ὑμῖν μὴ ἐπιχορηγοῦσα τοσούτοις οὖσι καὶ μηδεμίαν ἄλλην ἀποστροφὴν ἔχουσιν.
ὥστʼ οὐκ ἐξ ὧν οἱ δημαγωγοὶ διαβάλλουσιν, ἀλλʼ ἐξ ὧν αὐτοὶ ἴστε, τὸν λιμὸν ἡγούμενοι γεγονέναι παύσασθε προσάπτοντες ἐπιβουλὴν ἡμετέραν τῷ πάθει καὶ
δι’ ὀργῆς ἔχοντες ἡμᾶς οὐθὲν ἀδικοῦντας. αἱ δʼ ἀποστολαὶ τῶν κληρούχων ἐκ τοῦ ἀναγκαίου ἐγένοντο, κοινῇ δόξαν ὑμῖν ἅπασι διὰ φυλακῆς ἔχειν χωρία εἰς πόλεμον ἐπιτήδεια, καὶ μεγάλα ὤνησαν ἐν καιρῷ σφόδρα ἀναγκαίῳ γενόμεναι τούς τʼ ἐξιόντας καὶ τοὺς ὑπολειπομένους ὑμῶν. οἱ μὲν γὰρ ἀφθονωτέρων εὐποροῦσιν