Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἐρώτησιν· ἆρά γʼ, ἔφη, μέμνησθʼ, ὅτι διαλυομένοις

v.3p.27
ἡμῖν τὴν στάσιν τοῦτο συνεχωρήθη τὸ δίκαιον ὑφʼ ὑμῶν, ὅταν οἱ δήμαρχοι συναγάγωσι τὸν δῆμον ὑπὲρ ὁτουδήτινος, μὴ παρεῖναι τῇ συνόδῳ τοὺς πατρικίους μηδʼ ἐνοχλεῖν; μεμνήμεθʼ, ἔφησεν ὁ Γεγάνιος. καὶ ὁ Βροῦτος ὑποφέρει· τί οὖν παθόντες ἐμποδὼν ἵστασθʼ ἡμῖν καὶ οὐκ ἐᾶτε τοὺς δημάρχους ἃ βούλονται λέγειν; ἀποκρίνεται πρὸς ταῦθʼ ὁ Γεγάνιος· ὅτι οὐκ αὐτοὶ συνεκάλεσαν τὸν δῆμον εἰς τὴν ἐκκλησίαν, ἀλλʼ ἡμεῖς οἱ ὕπατοι. εἰ μὲν οὖν ὑπὸ τούτων ἡ σύνοδος ἐγένετο, οὐθὲν ἂν ἠξιοῦμεν οὔτε κωλύειν οὔτε πολυπραγμονεῖν· ἐπειδὴ δʼ ἡμεῖς συνηγάγομεν τὴν ἐκκλησίαν, οὐχὶ τούτους ἀγορεύειν κωλύομεν, ἀλλʼ ὑπὸ τούτων αὐτοὶ

κωλύεσθαι οὐ δικαιοῦμεν. καὶ ὁ Βροῦτος ὑποτυχών· νικῶμεν, ἔφησεν, ὦ δημόται, καὶ παρακεχώρηται ἡμῖν ὑπὸ τῶν διαφόρων ὅσα ἠξιοῦμεν. νῦν μὲν οὖν ἄπιτε καὶ παύσασθε φιλονεικοῦντες· αὔριον δʼ ὑμῖν ὑπισχνοῦμαι φανερὰν ποιήσειν ὅσην ἔχετε ἰσχύν. καὶ ὑμεῖς γʼ, ὦ δήμαρχοι, παραχωρήσατε αὐτοῖς τῆς ἀγορᾶς ἐν τῷ παρόντι· οὐ γὰρ εἰς τέλος παραχωρήσετε· μαθόντες δʼ ὅσον ἔχει κράτος ὑμῶν ἡ ἀρχή· γνώσεσθε γὰρ οὐκ εἰς μακράν· ἐγὼ τοῦθʼ ὑμῖν ὑποδέχομαι ποιήσειν φανερόν· μετριωτέραν αὐτῶν ἀποδώσετε τὴν ὑπερηφανίαν. ἐὰν δὲ φενακίζων ὑμᾶς εὑρεθῶ, χρήσασθʼ ὅ τι βούλεσθέ μοι.

οὐθενὸς δὲ πρὸς ταῦτʼ ἀντιλέξαντος ἀπῄεσαν ἐκ τῆς ἐκκλησίας οὐ τὰς ὁμοίας ὑπολήψεις ἔχοντες

v.3p.28
ἑκάτεροι· ἀλλʼ οἱ μὲν ἄποροι δοκοῦντές τι περιττὸν ἐξευρηκέναι τὸν Βροῦτον καὶ οὐκ εἰκῆ ὑποσχέσθαι πρᾶγμα τηλικοῦτον, οἱ δὲ πατρίκιοι περιφρονοῦντες τὴν κουφότητα τοῦ ἀνθρώπου καὶ τῶν ὑποσχέσεων τὴν τόλμαν ἕως λόγου χωρήσειν οἰόμενοι· μηθὲν γὰρ ὑπὸ τῆς βουλῆς συγκεχωρῆσθαι τοῖς δημάρχοις ἔξω τοῦ βοηθεῖν τοῖς ἀδικουμένοις τῶν δημοτικῶν. οὐ μὴν ἅπασί γʼ εἰσῄει καὶ μάλιστα τοῖς πρεσβυτέροις ὀλιγωρία τοῦ πράγματος, ἀλλὰ προσέχειν, μή τι ἀνήκεστον ἡ τοῦ

ἀνδρὸς ἐξεργάσηται μανία. τῇ δʼ ἑξῆς νυκτὶ κοινωσάμενος τοῖς δημάρχοις ὁ Βροῦτος τὴν ἑαυτοῦ γνώμην καὶ παρασκευασάμενος χεῖρα οὐκ ὀλίγην δημοτῶν κατέβαινε μετʼ αὐτῶν εἰς τὴν ἀγοράν· καὶ πρὶν ἡμέραν λαμπρὰν γενέσθαι καταλαβόμενοι τὸ Ἡφαιστεῖον, ἔνθα ἦν ἔθος αὐτοῖς ἐκκλησιάζειν, ἐκάλουν μὲν εἰς ἐκκλησίαν τὸν δῆμον. πληρωθείσης δὲ τῆς ἀγορᾶς· ὄχλος γὰρ ὅσος οὔπω πρότερον συνῆλθε· παρελθὼν Σικίνιος ὁ δήμαρχος πολὺν μὲν ἐποιήσατο κατὰ τῶν πατρικίων λόγον, ἅπανθʼ ὑπομιμνήσκων ὅσα κατὰ τῶν δημοτικῶν αὐτοῖς ἐπράχθη· ἔπειθʼ ὑπὲρ τῆς παρελθούσης ἡμέρας ἐδίδασκεν, ὡς κεκωλυμένος ὑπʼ αὐτῶν εἴη λόγου τυχεῖν καὶ τὴν ἐξουσίαν τῆς ἀρχῆς ἀφῃρημένος.