Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἦν δὲ τὰ γραφέντα ἐν ταῖς συνθήκαις τοιάδε· Ῥωμαίοις καὶ ταῖς Λατίνων πόλεσιν ἁπάσαις εἰρήνη πρὸς ἀλλήλους ἔστω, μέχρις ἂν οὐρανός τε καὶ γῆ τὴν αὐτὴν στάσιν ἔχωσι· καὶ μήτʼ αὐτοὶ πολεμείτωσαν πρὸς ἀλλήλους μήτʼ ἄλλοθεν πολέμους ἐπαγέτωσαν, μήτε τοῖς ἐπιφέρουσι πόλεμον ὁδοὺς παρεχέτωσαν ἀσφαλεῖς βοηθείτωσάν τε τοῖς πολεμουμένοις ἁπάσῃ δυνάμει, λαφύρων τε καὶ λείας τῆς ἐκ πολέμων κοινῶν τὸ ἴσον λαγχανέτωσαν μέρος ἑκάτεροι· τῶν τʼ ἰδιωτικῶν συμβολαίων αἱ κρίσεις ἐν ἡμέραις γιγνέσθωσαν δέκα, παρʼ οἷς ἂν γένηται τὸ συμβόλαιον. ταῖς δὲ συνθήκαις ταύταις μηδὲν ἐξέστω προσθεῖναι μηδʼ ἀφελεῖν ἀπʼ αὐτῶν, ὅ τι ἂν μὴ Ῥωμαίοις τε καὶ Λατίνοις ἅπασι δοκῇ.
ταῦτα μὲν δὴ Ῥωμαῖοί τε καὶ Λατῖνοι
τὴν δὲ προστασίαν καὶ τὴν ἐπιμέλειαν τῶν ἐν αὐταῖς γινομένων θυσιῶν τε καὶ ἀγώνων οἱ τῶν δημάρχων ὑπηρέται παρέλαβον, οἱ τὴν νῦν ἀγορανομικὴν ἔχοντες ἐξουσίαν, ὥσπερ ἔφην, κοσμηθέντες ὑπὸ τῆς βουλῆς πορφύρᾳ καὶ θρόνῳ ἐλεφαντίνῳ καὶ τοῖς ἄλλοις ἐπισήμοις, οἷς εἶχον οἱ βασιλεῖς.
οὐ πολλῷ δʼ ὕστερον χρόνῳ τῆς ἑορτῆς τῶν ὑπατικῶν εἷς Μενήνιος Ἀγρίππας ἐτελεύτησε τὸν βίον, ὁ νικήσας Σαβίνους καὶ τὸν ἐξ αὐτῶν θρίαμβον ἐπιφανέστατον καταγαγών, ᾧ πεισθεῖσα ἡ βουλὴ τὴν κάθοδον ἐπέτρεψε τοῖς φυγάσι, καὶ ὁ δῆμος πιστεύσας ἀπέστη τῶν ὅπλων· καὶ αὐτὸν ἔθαψεν ἡ πόλις δημοσίᾳ καὶ καλλίστῃ πάντων ἀνθρώπων καὶ λαμπροτάτῃ ταφῇ. οὐσία γὰρ οὐκ ἦν τῷ ἀνδρὶ εἰς μεγαλοπρέπειαν ἐκκομιδῆς καὶ ταφῆς ἀποχρῶσα· ὥστε