Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ὡς δὲ παρέλαβε τὴν πόλιν, ὀλίγους μέν τινας ἐπιλέξας τοὺς αἰτίους τῆς ἀποστάσεως ἀπέκτεινε, τοὺς δὲ λοιποὺς χρημάτων ἀφαιρέσει ζημιώσας καὶ ὅπλα ἀφελόμενος, Ῥωμαίων εἶναι τὸ λοιπὸν ἠνάγκασεν ὑπηκόους.

καταλιπὼν δὲ κἂν ταύτῃ βραχεῖαν τῆς στρατιᾶς μοῖραν ἕνεκα φυλακῆς, τῇ κατόπιν ἡμέρᾳ τὴν δύναμιν ἀναλαβὼν προῆγεν ἐπὶ Κοριόλαν, πόλιν ἐπιφανῆ σφόδρα καὶ ὥσπερ ἂν μητρόπολιν τῶν Οὐολούσκων· ἔνθα καὶ δύναμις ἦν συνειλεγμένη καρτερὰ καὶ τὸ τεῖχος οὐ ῥᾴδιον ἁλῶναι τά τε πρὸς τὸν πόλεμον ἐπιτήδεια παρεσκευασμένα τοῖς ἔνδον ἐκ πολλοῦ.

v.2p.400
ἐπιχειρήσας δὲ τῇ τειχομαχίᾳ μέχρι δείλης ὀψίας ἀποκρούεται πρὸς τῶν ἐναντίων πολλοὺς τῶν οἰκείων ἀπολέσας.

τῇ δʼ ἑξῆς ἡμέρᾳ κριούς τε καὶ γέρρα καὶ κλίμακας εὐτρεπισάμενος παρεσκευάζετο μὲν ὡς ἁπάσῃ τῇ δυνάμει πειρασόμενος τῆς πόλεως, ἀκούσας δʼ ὅτι πολλῇ χειρὶ μέλλουσιν Ἀντιάται βοηθεῖν τοῖς Κοριολανοῖς κατὰ τὸ συγγενὲς καὶ εἰσὶν οἱ πεμφθέντες ἐν ὁδῷ ἤδη, μερίσας τὸν ἑαυτοῦ στρατὸν τῷ μὲν ἡμίσει τειχομαχεῖν ἔγνω Τῖτον Λάρκιον ἐπʼ αὐτοῦ καταλιπών,