Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
δρᾶν. θεούς τε ἐπιμαρτυράμενοι καὶ δαίμονας, οἳ τὰ θνητὰ πάντα κατὰ δίκην ἄγουσι, καὶ καταλιπόντες ἐκείνοις ἀναπράξασθαι τὰς ὑπὲρ ἡμῶν δίκας, ἐκεῖνο μόνον ἀξιοῦμεν, οἷς ἐστιν ἡμῶν ἐν τῇ πόλει τέκνα νήπια καὶ γονεῖς καὶ εἴ τινες ἄρα γυναῖκες ἡμῖν ἐθελήσουσι κοινωνεῖν τῆς τύχης, τὰ σώματʼ ἀπολαβεῖν. ταῦθʼ ἡμῖν ἀπόχρη λαβεῖν, καὶ οὐκέτι οὐδενὸς ἄλλου δεόμεθα τῶν ἐκ τῆς πατρίδος. ἀλλʼ εὐτυχεῖτε καὶ ζῆτε βίον, ὃν ἂν προαιρῆσθε, οὕτως ἀπολίτευτα καὶ ἀκοινώνητα πρὸς τοὺς ταπεινοτέρους φρονοῦντες.
ὁ μὲν δὴ Βροῦτος τοιούτους εἰπὼν λόγους ἐπαύσατο· τοῖς δὲ παροῦσιν, ὅσα τε περὶ τῶν δικαίων εἶπεν, ἀληθῆ εἶναι ἐδόκει καὶ ὅσα τῆς ὑπεροψίας τοῦ συνεδρίου κατηγόρησε, μάλιστα δʼ ἐν οἷς τὸ ἀσφαλὲς
τί χρὴ λέγειν ἀποροῦντες εἱστήκεσαν. ἐπειδὴ δʼ ὅ τε πολὺς θρῆνος ἐπαύσατο καὶ σιωπὴ κατέσχε τὴν ἐκκλησίαν, παρῆλθεν ἀπολογησόμενος πρὸς ταῦτα, ὅσπερ ἐδόκει τῶν ἄλλων πολιτῶν ἡλικίᾳ τε προὔχειν καὶ ἀξιώσει, Τῖτος Λάρκιος, ὃς δὶς ἀποδειχθεὶς ὕπατος δυναστείᾳ τῇ καλουμένῃ δικτατορίᾳ κράτιστα πάντων ἀνθρώπων χρησάμενος ἱερὰν καὶ σεβασμοῦ μεστὴν ἐποίησε νομισθῆναι τὴν ἐπίφθονον ἀρχήν.