Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

ἔναγχος δὲ δὴ τοῦ χρόνου· τουτὶ γὰρ ἔτι προσθεὶς τῷ περὶ τοῦ δικαίου λόγῳ παύσομαι· ὅθʼ ὑμῖν Αἰκανοί τε καὶ Σαβῖνοι καὶ Οὐολοῦσκοι μιᾷ

v.2p.377
γνώμῃ χρησάμενοι αὐτοί τʼ ἐπανίσταντο καὶ τοὺς ἄλλους παρεκάλουν, οὐκ ἐφʼ ἡμᾶς ἠναγκάσθητε καταφυγεῖν τοὺς ταπεινοὺς καὶ φαύλους οἱ σεμνοὶ καὶ βαρεῖς, πάντα ὑπισχνούμενοι ὑπὲρ τῆς τότε σωτηρίας; καὶ ἵνα μὴ ἐξαπατᾶν ἡμᾶς αὖθις δοκῆτε, ὃ πολλάκις ἐποιήσατε, προκάλυμμα τῆς ἀπάτης Μάνιον Οὐαλέριον τουτονὶ τὸν φιλοδημότατον ἄνδρα εὕρεσθε· ᾧ πιστεύσαντες ἡμεῖς ὡς οὐκ ἂν ὑπὸ δικτάτορός τε καὶ ταῦτα χρηστοῦ περὶ ἡμᾶς ἀνδρὸς φενακισθησόμενοι συνηράμεθα ὑμῖν καὶ τοῦδε τοῦ πολέμου καὶ τοὺς ἐχθροὺς ἐνικῶμεν οὐ μικροὺς οὐδʼ ὀλίγους οὐδʼ ἀφανεῖς ἀγῶνας ὑπομείναντες.

θᾶττον δʼ ἢ κατὰ τὴν ἁπάντων ἐλπίδα τέλος εἰληφότος τὸ κάλλιστον τοῦ πολέμου τοσοῦτον ἀπέσχετε τοῦ χαίρειν καὶ πολλὴν εἰδέναι τῷ δήμῳ χάριν, ὥστε κατέχειν ἡμᾶς ἔτι ἠξιοῦτε ἄκοντας ὑπὸ ταῖς σημαίαις ἐν τοῖς ὅπλοις, ἵνα παρέλθητε τὰς ὑποσχέσεις ὥσπερ ἐξ ἀρχῆς διέγνωτε. οὐχ ὑπομένοντος δὲ τοῦ ἀνδρὸς τὸν φενακισμὸν οὐδὲ τὴν αἰσχύνην τοῦ ἔργου, ἀλλʼ εἰσενέγκαντος εἰς τὴν πόλιν τὰ σημεῖα καὶ διαφέντος ἐπὶ τὰ οἰκεῖα τὰς δυνάμεις, πρόφασιν ποιησάμενοι ταύτην τοῦ μὴ τὰ δίκαια ποιεῖν τοῦτον ὑβρίσατε, τῶν δὲ πρὸς ἡμᾶς ὁμολογιῶν οὐδεμίαν ἐφυλάξατε, ἀλλʼ ἐν τῷ αὐτῷ τρία τὰ μέγιστα παρηνομήσατε, τὸ ἀξίωμα τῆς βουλῆς καταλύσαντες καὶ τὴν πίστιν τοῦ ἀνδρὸς

v.2p.378
διαφθείραντες καὶ τοῖς εὐεργέταις ἀνόνητον ποιήσαντες τὴν χάριν τῶν πόνων.

ταῦτα δὴ καὶ ἄλλα πρὸς τούτοις ὅμοια πολλὰ ἔχοντες λέγειν πρὸς ὑμᾶς οὐκ ἀξιοῦμεν, ὦ πατρίκιοι, πρὸς ἱκεσίας καὶ δεήσεις ὑμῶν τραπέσθαι, οὐδʼ ὥσπερ οἱ τὰ δεινὰ δεδρακότες ἐπʼ ἀδείᾳ καὶ ἀμνηστίᾳ κάθοδον λαμβάνειν. οὐ μὴν ἀκριβολογεῖσθαί γε περὶ τούτων ἐν τῷ παρόντι οἰόμεθα χρῆναι, ἐπειδὴ περὶ ὁμονοίας διαλεξόμενοι συνεληλύθαμεν, ἀλλʼ ἀμελείᾳ καὶ λήθῃ παραδόντες αὐτὰ φέρομεν.

ἐφʼ οἷς δὲ πρεσβεύετε καὶ τίνων δεόμενοι ἥκετε, τί οὐ λέγετε φανερῶς; ἐπὶ ποίαις ἐλπίσι κατελθεῖν ἡμᾶς εἰς τὴν πόλιν ἀξιοῦτε; ποίαν ἡγεμόνα τῆς ὁδοῦ λαβόντας τύχην; τίνος ὑποδεξομένης ἡμᾶς εὐθυμίας ἢ χαρᾶς; οὐδὲν γὰρ ἄχρι τοῦδε φιλάνθρωπον ὑμῶν ἢ χρηστὸν προτεινομένων ἀκούομεν, οὐ τιμάς, οὐκ ἀρχάς, οὐκ ἐπανόρθωσιν ἀπορίας, οὐκ ἄλλο ἁπλῶς οὐδʼ ὁτιοῦν. καίτοι οὐ λέγειν ὑμᾶς ἐχρῆν, ἃ μέλλετε ποιεῖν, ἀλλὰ ποιήσαντες λέγειν, ἵνα προειληφότες ἤδη τι ἔργον ἀπʼ εὐνοίας γενόμενον καὶ τὰ λοιπὰ

τοιαῦτα ἔσεσθαι εἰκάσωμεν. οἴομαι τοίνυν πρὸς ταῦτα ἐρεῖν αὐτούς, ὅτι περὶ πάντων ἥκουσιν. αὐτοκράτορες, ὥσθʼ, ὅ τι ἂν πείσωμεν ἀλλήλους, τοῦτʼ ἔσται κύριον. ἔστω ταῦτʼ ἀληθῆ· γιγνέσθω τἀκόλουθα τούτοις· οὐδὲν ἀντιλέγω. βούλομαι δὲ τὰ μετὰ ταῦτʼ ἐσόμενα παρʼ αὐτῶν μαθεῖν, ἐπειδὰν εἴπωμεν ἡμεῖς, ἐφʼ οἷς ἀξιοῦμεν ποιεῖσθαι τὴν κάθοδον καὶ συγχωρηθῇ ταῦτα

v.2p.379
ὑπὸ τούτων, τίς ἐγγυητὴς ἔσται τῶν ὁμολογιῶν ἡμῖν;

τίνι πιστεύσαντες ἀσφαλείᾳ τὰ ὅπλα θήσομεν ἐκ τῶν χειρῶν καὶ καταστήσομεν αὖθις εἰς τὴν τούτων ἐξουσίαν τὰ σώματα; πότερον τοῖς ψηφίσμασι τῆς βουλῆς τοῖς ὑπὲρ τούτων γραφησομένοις, οὐ γὰρ δὴ γεγραμμένοις; καὶ τί πάλιν κωλύσει ἑτέροις ἀκυρωθῆναι ταῦτα ψηφίσμασιν, ὅταν Ἀππίῳ καὶ τοῖς ὅμοια φρονοῦσιν ἐκείνῳ φανῇ; ἢ τοῖς ἀξιώμασι τῶν πρεσβευτῶν, οἳ τὰς ἑαυτῶν παρέχονται πίστεις; ἀλλὰ διὰ τῶν ἀνδρῶν τούτων καὶ πρότερον ἡμᾶς ἐξηπάτησαν. ἢ ταῖς ἐπὶ τῶν θεῶν ὁμολογίαις διʼ ὅρκων τὰ πιστὰ πορισάμενοι παρʼ αὐτῶν; ἀλλʼ ἔγωγʼ ὑπὲρ ἅπασαν πίστιν ἀνθρωπίνην ταύτην δέδοικα, ἣν ὑπὸ τῶν ἐν ταῖς ἡγεμονίαις ὄντων καταφρονουμένην ὁρῶ, καὶ τὰς ἀκουσίους συμβάσεις τοῖς ἄρχειν ἀξιοῦσι πρὸς τοὺς ἐλευθερίας μεταποιουμένους, οὐ νῦν πρῶτον, ἀλλὰ καὶ πολλάκις ἤδη καταμαθών, ἐπίσταμαι τοσοῦτον ἰσχυούσας χρόνον, ὅσον ἂν αὐτῶν αἱ ἀνάγκαι κρατῶσι.