Antiquitates Romanae
Dionysius of Halicarnassus
Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.
ἡμᾶς, ὦ Οὐαλέριε, πολλὰ μὲν καὶ ἄλλα τὰ κωλύοντά ἐστιν ἀποθεμένους τὰ ὅπλα ἐφʼ ὑμῖν γενέσθαι, τρία δὲ τὰ μέγιστα καὶ τὰ φανερώτατα. πρῶτον μέν, ὅτι ἐγκαλοῦντες ἡμῖν ὡς ἡμαρτηκόσιν ἥκετε καὶ ἐν εὐεργεσίας οἴεσθε μέρει διδόναι τὴν κάθοδον· ἔπειθʼ, ὅτι οὐδὲν ὑποδηλοῦτε παρακαλοῦντες ἐπὶ τὰς διαλλαγάς, ἐφʼ οἷς αὐτὰς δικαίοις καὶ φιλανθρώποις ποιησόμεθα· τὸ δὲ τελευταῖον, ὅτι βέβαιον ἡμῖν, ὧν ἂν ὑπόσχησθε, οὐδέν ἐστιν, ἀλλὰ πολλάκις ἐξαπατῶντες τε καὶ φενακίζοντες ἡμᾶς διατετελέκατε.
ἐρῶ δʼ ὑπὲρ ἑκάστου χωρὶς ἀπὸ τοῦ δικαίου ἀρξάμενος· καὶ γὰρ ἰδίᾳ τε καὶ ἐν κοινῷ λέγοντας ἀπὸ τοῦ δικαίου χρὴ ἄρχεσθαι. ἡμεῖς τοίνυν εἰ μέν τι ἀδικοῦμεν ὑμᾶς, οὐδὲν δεόμεθα οὔτʼ ἀδείας οὔτʼ ἀμνηστίας· καίτοι γε
ὅτι δʼ οὐκ ἀδικεῖσθε, ἀλλʼ ἀδικεῖτε, καὶ πολλὰ καὶ μεγάλα εὐεργετηθέντες ὑπὸ τοῦ δήμου, τὰ μὲν εἰς τὴν ἐλευθερίαν, τὰ δʼ εἰς τὴν ἡγεμονίαν, οὐ καλὰς ἀποδεδώκατε αὐτῷ τὰς ἀμοιβάς, μάθετε· ποιήσομαι δʼ ἀφʼ ὧν ἴστε καὶ αὐτοὶ πραγμάτων τοὺς λόγους, καὶ πρὸς θεῶν, ἐάν τι ψεῦδος εἴπω, μὴ ἀνάσχησθε, ἀλλʼ εὐθὺς ἐλέγχετε.
ἡμῖν τὸ ἀρχαῖον πολίτευμα ἦν μοναρχία, καὶ μέχρι γενεᾶς ἑβδόμης ταύτῃ χρώμενοι διετελέσαμεν τῇ πολιτείᾳ, καὶ παρὰ πάσας τὰς ἡγεμονίας ταύτας οὐδὲν ὁ δῆμος ἠλαττώθη πώποτε ὑπὸ τῶν βασιλέων καὶ πάντων ἥκιστα ὑπὸ τῶν τελευταίων· ἐῶ γὰρ λέγειν, ὅτι πολλὰ καὶ μεγάλα ἀγαθὰ ἐκ τῆς ἀρχῆς αὐτῶν ἐκαρπώσατο.
χωρὶς γὰρ τῆς ἄλλης αὐτῶν θεραπείας, ᾗ κολακεύοντας αὐτὸν οἰκεῖον μὲν σφίσιν, ἐχθρὸν δʼ ὑμῖν ἐβούλοντο εἶναι, ὃ ποιοῦσιν ἅπαντες οἱ τυραννικῶς ἐξάγοντες τὰς δυναστείας, κρατήσαντες πολέμῳ μακρῷ