Antiquitates Romanae

Dionysius of Halicarnassus

Dionysius of Halicarnassus. Dionysii Halicarnasei Antiquitatum Romanarum, Vols. 1-4. Jacoby, Karl, editor. Leipzig: Teubner, 1885-1905.

μετὰ τοῦτον ἀνίσταντο καλούμενοι καθʼ ἡλικίαν οἱ τὴν ὑπατικὴν ἐσχηκότες ἀρχήν, οἷς ἅπασιν ἐδόκει τῇ Μενηνίου χρῆσθαι γνώμῃ, τέως καθῆκεν ὁ λόγος εἰς τὸν Ἄππιον. ὁ δʼ ἀναστάς, ὁρῶ μέν, ἔφησεν, ὅτι καὶ τοῖς ὑπάτοις ἐστὶ κεχαρισμένον, ὦ βουλή, καὶ τοῖς ἄλλοις ὑμῖν ὀλίγου δεῖν πᾶσι κατάγειν τὸν δῆμον, ἐφʼ οἷς ἂν αὐτὸς ἀξιοῖ· καὶ μόνος ἐξ ἁπάντων

v.2p.363
ἐγὼ λείπομαι τῶν ἐναντιωθέντων πρὸς τὰς διαλύσεις ἐκείνοις τʼ ἀπεχθὴς διαμένων καὶ ὑμῖν οὐδὲν ἔτι χρήσιμος ὤν.

οὐ μὴν διὰ ταῦτά γʼ ἀποστήσομαι τῶν ἐξ ἀρχῆς ἐγνωσμένων οὐδὲ καταλείψω τὴν τάξιν τῆς πολιτείας ἑκών. ὅσῳ δʼ ἂν ἐρημότερος γένωμαι τῶν τὰ αὐτά μοι προελομένων, τοσούτῳ τιμιώτερος ὑμῖν ἔσομαί ποτʼ ἐν χρόνῳ, καὶ περιέσται μοι ζῶντι μὲν ἔπαινος, τελευτήσαντι δʼ ἡ παρὰ τῶν ἐπιγινομένων μνήμη. εἴη μὲν οὖν, ὦ Καπετώλιε Ζεῦ καὶ θεοὶ πόλεως ἐπίσκοποι τῆς ἡμετέρας ἥρωές τε καὶ δαίμονες, ὅσοι γῆν τὴν Ῥωμαίων ἐφορᾶτε, καλὴ καὶ συμφέρουσα πᾶσιν ἡ τῶν φυγάδων κάθοδος, καὶ ψευσθείην ἐγὼ τῶν ἐλπίδων,